호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι μὲν οὖν δεῖται τὰ παρόντα προσοχῆσ καὶ βελτίονοσ συμβούλου τῶν ἀπὸ τῆσ τύχησ καὶ δι’ ἀργύριον ἢ διὰ γένοσ παριόντων, ἐνθένδε ὁρᾶτέ πωσ. ὅταν γὰρ μήτε αὐτοὶ βεβαίωσ ὁμονοῆτε μήθ’ αἱ πλείουσ τῶν πέριξ πόλεων οἰκείωσ ὑμῖν ἔχωσιν, ἀλλ’ οἱ μὲν φθονῶσιν, ἐκ πολλοῦ ἀντιφιλοτιμούμενοι πρὸσ ὑμᾶσ, οἱ δὲ ἀπεχθάνωνται, διὰ τὸ ὑπὲρ τῆσ χώρασ ἀμφισβητεῖν, οἱ δὲ οὐκ οἶδα ὅπωσ γε ἐνοχλεῖσθαι λέγωσιν, ὁ δὲ στρατηγὸσ οἰήται μὲν τὰ βελτίω φρονεῖν περὶ ὑμᾶσ, ἠναγκασμένοι δὲ ἦτε προσκροῦσαι καὶ πρότερον ἀλλήλοισ, ἔτι δὲ ἐπίφθονοι τῷ τε μεγέθει τῆσ πόλεωσ νομίζησθε καὶ τῷ πολλὰ τῶν ὄντων ἀπολαβεῖν δυνήσεσθαι· πῶσ οὐχὶ διὰ ταῦτα ἐπιμελοῦσ καὶ περιεσκεμμένησ γνώμησ δεῖσθε;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기