호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ μὲν γὰρ οὐδὲν ἔξεστι παρὰ τὸν νόμον, ἀλλὰ κἂν ἄκων ἁμάρτῃ τι, μαστιγοῦται: τὸν δ οὐδεὶς ὁρᾷ πάνθ ἃ δύναται ποιοῦντα. τοιγαροῦν κἀκεῖ σωφρονοῦντος ἀνδρός ἐστι καὶ ταῖς ἀληθείαις κρείττονος τῇ δυνάμει περιεῖναι, τὰς δὲ πλεονεξίας ταύτας ἐᾶν, καὶ ὑμεῖς ἂν ἔχητε νοῦν, τοῖς δικαίοις περιέσεσθε καὶ τῷ μεγέθει τῆς πόλεως τῶν φθονούντων, πρὸς ὀργὴν δὲ οὐδὲν οὐδὲ ἀγανακτοῦντες δράσετε. καὶ περὶ μὲν τούτων αὖθις, ὥσπερ οἶμαι καὶ προεθέμην.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기