호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι τὰ μὲν τῶν οἰωνῶν εἰκάζειν δεῖ, τῶν δὲ ὑπ’ ἐμοῦ λεγομένων ἔστιν ἀκούσασι συνιέναι καὶ σκέψασθαι, ἐὰν ἄρα σαφῶσ ᾖ τι χρήσιμον. βούλομαι δέ, ἐπεὶ τῶν τοιούτων ἐμνήσθην, ἐν Φρυγίᾳ τι συμβὰν εἰπεῖν, ἵν’ εὐθὺσ ἐνθένδε μου καταγελᾶν ἔχητε. ἀνὴρ Φρὺξ ἐπὶ κτήνουσ ἐβάδιζεν. ὡσ δ’ ἐθεάσατό τινα κορώνην, οἰωνισάμενοσ, οἱ γὰρ Φρύγεσ τὰ τοιαῦτα δεινοί, λίθῳ βάλλει καί πωσ τυγχάνει αὐτῆσ. πάνυ οὖν ἥσθη, καὶ νομίσασ εἰσ ἐκείνην τετράφθαι τὸ χαλεπὸν ἀναιρεῖται καὶ ἀναβὰσ ἤλαυνεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기