호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα ἐπ ἀνθρώπου μὲν ὁ πταρμὸς ἐξήλεγξε τὸν τρόπον καὶ πρὸς τἄλλα πάντα ἴσχυσε τὸ μὴ λαθεῖν: πόλιν δὲ οὐκ ἂν ἕν τι τοιοῦτον διαβάλοι καὶ δόξης ἀναπλήσειε πονηρᾶς, καὶ ταῦθ ὅπου μὴ δεῖται δεινοῦ τοῦ συνήσοντος τίνος ἐστὶ σημεῖον. ἀλλ ἔγωγε πυθοίμην ἂν ἡδέως τῶν ἐμπείρων τίνι τοῦτο ἐοίκεν ἢ τί βούλεται δηλοῦν. οὔτε γὰρ κλωσμὸς οὔτε ποππυσμὸς οὔτε συριγμός ἐστιν: ἢ τίνος ἐστὶν οἰκεῖον ἔργου καὶ πότε μάλιστα γιγνόμενον: οὔτε γὰρ νέμουσιν οὕτως οὔτε ἀροῦσιν οὔτε κυνηγετοῦσιν, ἀλλ οὐδὲ ναυτῶν ἐστιν ἡ φωνή.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기