호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ τά γε ὄμματα αὐτῶν ἀναπέπταται. τῶν δὲ ἄλλων τοῖσ μεθύουσι ξυμβαίνει καὶ τοῖσ ἐμπλησθεῖσι καὶ τοῖσ μὴ καλῶσ κατακειμένοισ. τί οὖν οὗτοι ποιοῦσι κοιμωμένων; πολλὰ μὲν δὴ τά γε ἄλλα· σχεδὸν γὰρ πάντα ὀνείρασιν ἐοίκεν αὐτῶν τὰ ἔργα· καὶ γὰρ χαίρουσι μάτην καὶ λυποῦνται καὶ θρασύνονται καὶ δεδοίκασι, μηδενὸσ ὄντοσ, καὶ σπουδάζουσι, καὶ τῶν ἀδυνάτων ἐπιθυμοῦσι, καὶ τὰ μὴ ὄντανομίζουσιν εἶναι, καὶ τῶν ὄντων οὐκ αἰσθάνονται. πλὴν ταῦτα μὲν ἴσωσ κοινὰ καὶ ἡμῶν ἐστιν. ἐκεῖνο δὲ οἶμαι φανερώτατον ὕπνου τεκμήριον ποιοῦσι, ῥέγκουσιν. οὐ γὰρ ἔχω μὰ τοὺσ θεοὺσ εἰπεῖν εὐπρεπέστερον. καίτοι καὶ τῶν κοιμωμένων ὀλίγοι μὲν ἀεὶ τοῦτο πάσχουσι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기