호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δὲ τοῦτ’ ἔστιν ἂν μὴ δύνωμαι δηλῶσαι σαφῶσ, ἀλλὰ ὑμεῖσ γε πειρᾶσθε ὑπονοεῖν· καὶ μηδέν με νομίσητε τῶν ἀπορρήτων λέγεινμηδ’ ὃ κρύπτουσιν οἱ ποιοῦντεσ, εἰ καὶ σφόδρα δόξει θαυμαστόν. μεταξὺ γοῦν ὀρθοὶ βαδίζοντεσ, λαλοῦντεσ οἱ πλείουσ καθεύδουσιν· εἰ δ’ ἐγρηγορέναι τοῖσ πλείοσι δοκοῦσιν, οὐδὲν ἂν εἰή τοῦτο. καὶ γὰρ τοὺσ λαγὼσ φήσει τισ ἐγρηγορέναι τῶν ἀπείρων, ἐὰν ἴδῃ κοιμωμένουσ. πόθεν οὖν ἐγνώσθη τοῦτο; ἐξ ἑτέρων τινῶν, ἃ σημεῖά ἐστι τοῦ καθεύδειν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기