- 텍스트

Dio, Chrysostom, Orationes, ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.? 19:

(디오, 크리소토모스, 연설, ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ. 19:)

ἀλλ ὅστις ἰδὼν ὅσα δεινὰ καὶ δυσχερῆ καὶ ὅτι μεστὰ πάντα πολεμίων καὶ ἐχθρῶν, ὅπου τρυφὴ καὶ ἀπάτη δυναστεύουσιν, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκ ἀμφ ὤμοισι βαλών, οἰκῆι ἐοικώς, ἀνδρῶν θρυπτομένων κατέδυ πόλιν εὐρυάγυιαν: ἐπ οὐδενὶ κακῷ τῶν πέλας, ὥσπερ Ὀδυσσεὺς ἐπὶ κακῷ τῶν μνηστήρων ἧκε τοιοῦτος, ἀλλὰ τοὐναντίον ζητῶν ἂν ἄρα τι δύνηται λαθὼν ἀγαθὸν ἐργάσασθαι: τί δὴ κινεῖτε τὸν τοιοῦτον ἢ τί προκαλεῖσθε δύσκολόν τινα καὶ ἄγριον ὑμῖν φανούμενον δημηγόρον· οὐ γὰρ ὑμῶν παρεσκεύασται τὰ ὦτα δέξασθαι τραχεῖς τε καὶ στερεοὺς λόγους: ἀλλ ὥσπερ ἀσθενεῖς ὁπλαὶ κτηνῶν τῶν ἐν μαλακοῖς τε καὶ λείοις τραφέντων χωρίοις, ὁμοίως ὦτα τρυφερὰ ἐν κολακείᾳ τραφέντα καὶ λόγοις ψευδέσι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION