호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀρχίλοχοσ δὲ ἐπὶ τὴν ἐναντίαν ἧκε, τὸ ψέγειν, ὁρῶν οἶμαι τούτου μᾶλλον δεομένουσ τοὺσ ἀνθρώπουσ, καὶ πρῶτοναὑτὸν ψέγει. τοιγαροῦν μόνοσ καὶ μετὰ τὴν τελευτὴν καὶ πρὶν ἢ γενέσθαι τῆσ μεγίστησ ἔτυχε μαρτυρίασ παρὰ τοῦ δαιμονίου. τὸν μέν γε ἀποκτείναντα αὐτὸν ὁ Ἀπόλλων ἐξελαύνων ἐκ τοῦ νεὼ Μουσῶν ἀνεῖπε θεράποντα ἀνῃρηκέναι. καὶ τὸ δεύτερον, ὡσ ἀπελογεῖτο ἐν πολέμῳ λέγων ἀποκτεῖναι, πάλιν Μουσῶν θεράπονταἔφη τὸν Ἀρχίλοχον. τῷ πατρὶ δὲ αὐτοῦ χρωμένῳ πρὸ τῆσ γενέσεωσ ἀθάνατόν οἱ παῖδα γενήσεσθαι προεῖπεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기