호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολὺ δὴ μᾶλλον ἔγωγε ὑμῖν συμβουλεύω τὸν θεὸν τοῦτον ἐξιλάσασθαι καὶ βωμὸν ἱδρύσασθαι τὸν αὐτόν, μὰ Δί οὐχ ὑπὲρ τῶν ἵππων, ἀλλ ὑπὲρ ὑμῶν αὐτῶν, ὅπως μὴ ταράττησθε μηδὲ ἐκπίπτητε τῆς τάξεως. μὴ γὰρ δαιμόνια πάντ ᾖ τὰ τοιαῦτα καὶ μείζονος δεόμενα ἀποτροπῆς. φασὶν ἀρχαίαν βασιλίδα ἐν Κρήτῃ τῶν Ἡλιαδῶν ἐρασθῆναι ταύρου, καὶ συγγενομένην χαλεπόν τι καὶ μέγα τεκεῖν τέρας. δέδοικα δὴ κἀγὼ τὸν ἱππικὸν τοῦτον ἔρωτα τῆς πόλεως, μή τι δυσχερὲς ὑμῖν καὶ ξένον ἐνέγκῃ τῷ χρόνῳ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기