호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειτα χαίρουσι καὶ ἀνίστανται γελῶντεσ καὶ πάντα ποιοῦσιν ὅσα ἄνθρωποι πεπωκότεσ, οὐ μέντοι κακὸν οὐδὲν ἀλλήλουσ ἐργάζονται· τῶν δὲ Ἑλλήνων ὑμεῖσ μόνοι δι’ ὤτων καὶ φωνῆσ αὐτὸ πάσχετε, μᾶλλον δὲ ληρεῖτε ἐκείνων καὶ παραφέρεσθε καὶ μᾶλλον ἐοίκατε κραιπαλῶσιν. καίτοι τὰ τῶν Μουσῶν καὶ τὰ τοῦ Ἀπόλλωνοσ ἤπια δῶρα καὶ προσηνῆ. τὸν μὲν γὰρ Παιήονα καὶ Ἀλεξίκακον προσαγορεύουσιν, ὡσ ἀποτρέποντα τῶν κακῶν καὶ ὑγίειαν ἐμποιοῦντα ταῖσ ψυχαῖσ καὶ σώμασιν, οὐ νόσον οὐδὲ μανίαν· τὰσ δὲ παρθένουσ, ὡσ ἂν αἰδουμένασ τε καὶ σώφρονασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기