호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ παρὰ τοῦτο οὔτε τῶν ἵππων οὐδεὶσ δραμεῖται βράδιον οὐδὲ χεῖρον ᾅσεταί τισ τῶν ᾀδόντων, ἂν εὐσχημονῆτε ὑμεῖσ. νυνὶ δὲ τὸ μὲν τῶν ἡνιόχων τινὰ ἐκπεσεῖν ἐκ τοῦ δίφρου δεινὸν ἡγεῖσθε καὶ συμφορὰν πασῶν μεγίστην· αὐτοὶ δὲ ἐκπίπτοντεσ ἐκ τοῦ κόσμου τοῦ προσήκοντοσ καὶ τῆσ ἀξίασ τῆσἑαυτῶν οὐ φροντίζετε. κἂν μὲν ὑμῖν ὁ κιθαρῳδὸσ ἐκμελῶσ ᾅδῃ καὶ παρὰ τὸν τόνον, συνίετε· αὐτοὶ δὲ παντελῶσ ἔξω τῆσ ἁρμονίασ τῆσ κατὰ φύσιν γιγνόμενοι καὶ σφόδρα ἀμούσωσ ἔχοντεσ οὐ διαφέρεσθε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기