호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἥ τε γὰρ Αἴγυπτος , τηλικοῦτον ἔθνος, σῶμα τῆς πόλεώς ἐστι, μᾶλλον δὲ προσθήκη, τοῦ τε ποταμοῦ τὸ ἴδιον τῆς φύσεως παρὰ τοὺς ἄλλους ἅπαντας λόγου μεῖζον, τό τε θαυμαστὸν αὐτοῦ καὶ τὸ ὠφέλιμον, τήν τε θάλατταν τὴν καθ ἡμᾶς ἅπασαν ἐκδέχεσθε, κάλλει τε λιμένων καὶ μεγέθει στόλου καὶ τῶν πανταχοῦ γιγνομένων ἀφθονίᾳ καὶ διαθέσει, καὶ τὴν ἔξωθεν ὑπερκειμένην ἔχετε, τήν τε Ἐρυθρὰν καὶ τὴν Ἰνδικήν, ἧς πρότερον τοὔνομα ἀκοῦσαι χαλεπὸν ἦν: ὥστε τὰς ἐμπορίας οὐ νήσων οὐδὲ λιμένων οὐδὲ πορθμῶν τινων καὶ ἰσθμῶν, ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης γίγνεσθαι παρ ὑμῖν. κεῖται γὰρ ἐν συνδέσμῳ τινὶ τῆς ὅλης γῆς καὶ τῶν πλεῖστον ἀπῳκισμένων ἐθνῶν, ὥσπερ ἀγορὰ μιᾶς πόλεως εἰς ταὐτὸ ξυνάγουσα πάντας καὶ δεικνύουσά τε ἀλλήλοις καὶ καθ ὅσον οἱό῀ν τε ὁμοφύλους ποιοῦσα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기