호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἥ τε γὰρ Αἴγυπτοσ , τηλικοῦτον ἔθνοσ, σῶμα τῆσ πόλεώσ ἐστι, μᾶλλον δὲ προσθήκη, τοῦ τε ποταμοῦ τὸ ἴδιον τῆσ φύσεωσ παρὰ τοὺσ ἄλλουσ ἅπαντασ λόγου μεῖζον, τό τε θαυμαστὸν αὐτοῦ καὶ τὸ ὠφέλιμον, τήν τε θάλατταν τὴν καθ’ ἡμᾶσ ἅπασαν ἐκδέχεσθε, κάλλει τε λιμένων καὶ μεγέθει στόλου καὶ τῶν πανταχοῦ γιγνομένων ἀφθονίᾳ καὶ διαθέσει, καὶ τὴν ἔξωθεν ὑπερκειμένην ἔχετε, τήν τε Ἐρυθρὰν καὶ τὴν Ἰνδικήν, ἧσ πρότερον τοὔνομα ἀκοῦσαι χαλεπὸν ἦν· ὥστε τὰσ ἐμπορίασ οὐ νήσων οὐδὲ λιμένων οὐδὲ πορθμῶν τινων καὶ ἰσθμῶν, ἀλλὰ σχεδὸν ἁπάσησ τῆσ οἰκουμένησ γίγνεσθαι παρ’ ὑμῖν. κεῖται γὰρ ἐν συνδέσμῳ τινὶ τῆσ ὅλησ γῆσ καὶ τῶν πλεῖστον ἀπῳκισμένων ἐθνῶν, ὥσπερ ἀγορὰ μιᾶσ πόλεωσ εἰσ ταὐτὸ ξυνάγουσα πάντασ καὶ δεικνύουσά τε ἀλλήλοισ καὶ καθ’ ὅσον οἱο͂́ν τε ὁμοφύλουσ ποιοῦσα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기