호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρὴ μὲν γὰρ οἶμαι καὶ τὸν ἄλλον χρόνον σωφρονεῖν ὑμᾶσ· ἀλλ’ ὅμωσ ὅ, τι ἂν πράττῃ τισ καθ’ αὑτόν, οὐ κοινόν ἐστι τοῦτο οὐδὲ τῆσ πόλεωσ· ἐν τῷ θεάτρῳ δὲ βλέπεται τὸ δημόσιον ἦθοσ. ὑμεῖσ δὲ μάλιστα ἐνταῦθα ἀφυλάκτωσἔχετε καὶ προήσεσθε τὴν δόξαν τῆσ πόλεωσ· ὥσπερ αἱ κακαὶ γυναῖκεσ, δέον αὐτάσ, κἂν οἴκοι μὴ σωφρονῶσιν, ἔξω γε προϊέναι κοσμίωσ, αἱ δὲ μάλιστα ἐν ταῖσ ὁδοῖσ ἁμαρτάνουσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기