호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοῦτο ἴσως οὐ δι ὑμᾶς: δηλώσετε δέ, ἂν ἀνάσχησθε τήμερον: ἀλλὰ μᾶλλον παρὰ τοὺς καλουμένους φιλοσόφους. οἱ μὲν γὰρ αὐτῶν ὅλως εἰς πλῆθος οὐκ ἰάσιν οὐδὲ θέλουσι διακινδυνεύειν, ἀπεγνωκότες ἴσως τὸ βελτίους ἂν ποιῆσαι τοὺς πολλούς: οἱ δ ἐν τοῖς καλουμένοις ἀκροατηρίοις φωνασκοῦσιν, ἐνσπόνδους λαβόντες ἀκροατὰς καὶ χειροήθεις ἑαυτοῖς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기