- 텍스트

Dio, Chrysostom, Orationes, ΡΟΔΙΑΚΟΣ.? 212:

(디오, 크리소토모스, 연설, ΡΟΔΙΑΚΟΣ. 212:)

ἔτι πρὸς τούτοις τῆς ἐσθῆτος ὁ τρόπος, τὸ ἴσως ἄν τινι γελοῖον φανέν, τῆς πορφύρας τὸ μέτρον: τὰ φανερώτερα ἤδη, τὸ μεθ ἡσυχίας θεωρεῖν, ὁ ποππυσμός: πάντα ταῦτα σεμνὴν τὴν πόλιν ποιεῖ, διὰ ταῦτα τῶν ἄλλων διαφέρειν δοκεῖτε, ἐπὶ τούτοις ἅπασι θαυμάζεσθε,ἀγαπᾶσθε: τῶν λιμένων, τῶν τειχῶν, τῶν νεωρίων μᾶλλον ὑμᾶς κοσμεῖ τὸ ἐν τοῖς ἔθεσιν ἀρχαῖον καὶ Ἑλληνικόν, τὸ παρ ὑμῖν μὲν ὅταν τις γένηται, εὐθὺς αὐτὸν ἀποβάντα εἰδέναι, κἂν τύχῃ βάρβαρος ὤν, ὅτι οὐ πάρεστιν εἴς τινα πόλιν τῆς Συρίας ἢ τῆς Κιλικίας:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION