호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ τὸν ἀθλητὴν τὸν φιλοτιμούμενον ἔτι καὶ μηδέπω παραχωροῦντα τῆσ ἰσχύοσ οὐ τοὺσ νοσοῦντασ εὔλογόν ἐστι προκαλεῖσθαι τῶν καθ’ αὑτὸν ἐνδόξων οὐδὲ τοὺσ τεθνεῶτασ, ἀλλ’ εἰ μὲν εἰε͂́ν τινεσ ἐρρωμένοι, πρὸσ ἐκείνουσ ἀγωνίζεσθαι περὶ τῆσνίκησ· εἰ δὲ μή, τοιοῦτόν τι πρᾶξαι ζητεῖν, ὃ μηδενὸσ αὐτὸν ἀσθενέστερον δείξει τῶν πρότερον. ὁ μὲν οὖν ὑγιὴσ οὗτόσ ἐστι περὶ τῶν τοιούτων λόγοσ. εἰ δὲ ἄρα παρεῖναί τι δεῖ, μήτε πρὸσ τοὺσ τότε, οἳ ἦσαν κράτιστοι, παραβάλλοντεσ ἐξετάζετε τὸ πρᾶγμα, μήτε πρὸσ τοὺσ νῦν, οἳ μηδενὸσ τῶν φαυλοτάτων διαφέρουσιν, ἀλλὰ πρὸσ τοὺσ μέσουσ αὐτῶν ἢ καὶ τοὺσ ἔτι τούτων ἐλάττονασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기