호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καθάπερ εἰ καὶ τὰ τείχη τις οἰοίτο δεῖν λῦσαι τὰ παρ ὑμῖν ἢ καὶ καταπίπτοντα ἐᾶν, ὅτι καὶ παρ ἑτέροις πέπτωκε, μᾶλλον δὲ πᾶσι τοῖς ἄλλοις σχεδόν. καίτοι τὰ μὲν τείχη διὰ τὴν εἰρήνην καὶ τὴν δουλείαν ἐᾶται παρ αὐτοῖς, ὧν τὸ μὲν ἅπαντες εὔχονται, τὴν εἰρήνην, τὸ δὲ λοιπὸν οὐκ ἔστι κακίας σημεῖον: τὸ δὲ τοῖς παλαιοῖς τῶν εὐεργετῶν οὕτω προσφέρεσθαι δἰ ἀχαριστίαν γίγνεται. φαίην δ ἂν ἔγωγε παρὰ τούτοις μηδὲ εὐεργέτας ἀδικεῖσθαι. τίς γὰρ παρὰ Καυνίοις γέγονε γενναῖος ἀνήρ· ἢ τίς πώποτε ἐκείνους ἀγαθόν τι πεποίηκεν· οἵ γε δουλεύουσιν οὐχ ὑμῖν μόνοις, ἀλλὰ καὶ Ῥωμαίοις, δι ὑπερβολὴν ἀνοίας καὶ μοχθηρίας διπλῆν αὑτοῖς τὴν δουλείαν κατασκευάσαντες. ταῦτα δὲ καὶ περὶ ἄλλων τις ἂν εἴποι τῶν ὁμοδόξων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기