호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ γὰρ ὑμῖν ἡ μὲν ἐκ τοσούτου χρόνου πίστις καὶ πρὸς τὸν δῆμον εὔνοια τὸν ἐκείνων καὶ κοινωνία πάσης τύχης οὐ δύναται βεβαιοῦν τὴν πολιτείαν,οὐδὲ Μιθριδάτης καθαιρεθεὶς οὐδ Ἀντίοχος, οὐδ ἡ τῆς θαλάττης ἀρχὴ παραδοθεῖσα διὰ πολλῶν κινδύνων καὶ πόνων, οὐδ οἱ πρὸ τοσούτων ἐτῶν ὁρ´κοι τῆς φιλίας, οὐδ αἱ παρ αὐτὸν τὸν Δία στῆλαι κείμεναι μέχρι νῦν, οὐδ ἡ μέχρι Ὠκεανοῦ συγκινδυνεύσασα δύναμις, οὐδ ἡ τὸ τελευταῖον ὑπὲρ αὐτῶν ἁλοῦσα πόλις,ἀλλ εἰ μὴ τὸν δεῖνα καὶ τὸν δεῖνα κολακεύσετε ἀγεννῶς, πάντα ταῦτα ἀνατέτραπται, ὡς ἀεὶ προσδοκᾶν ὀργήν τινα ἢ μῖσος, σφόδρα ὑμῖν φαύλως τὰ πράγματα ἔχει καὶ ἐπ οὐδενὸς ἵδρυσθε ἰσχυροῦ. καὶ ἔγωγε φαίην ἄν, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, κρεῖττον ὑμῶν ἀπαλλάττειν τοὺς ἐν Φρυγίᾳ μέσῃ δουλεύοντας ἢ τοὺς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ. τὸ γὰρ ἀγνοούμενον καὶ μὴ δοκοῦντα μηδενὸς ἄξιον ποιεῖν ὁτιοῦν ἔλαττον αἰσχρόν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기