호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι τοίνυν καὶ θείας τινὸς δυνάμεως καὶ προνοίας, ὡς ἂν εἴποι τις, οἱ τοιοῦτοι μετέχουσιν ἐπ ἀνδριάντος τι βούλομαι γεγονὸς εἰπεῖν. Θεαγένης ἦν Θάσιος ἀθλητής: οὗτος ἐδόκει ῥώμῃ διενεγκεῖν τῶν καθ αὑτόν, καὶ δὴ σὺν ἑτέροις πολλοῖς καὶ τὸν Ὀλυμπίασι τρὶς εἰλήφει στέφανον. ὡς δ ἐπαύσατο καὶ ἧκεν εἰς τὴν πατρίδα, λοιπὸν τοῦ σώματος παρακμάσαντος ἦν ἀνὴρ οὐδενὸς χείρων περὶ τὰ κοινά, ἀλλ ὡς οἱό῀ν τε ἄριστος. ἐντεῦθεν, ὅπερ εἰκός, εἰς ἔχθραν τινὶ προῆλθε τῶν πολιτευομένων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기