호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀσμένωσ δὲ αὐτῶν προσεμένων καὶ τὸ πρᾶγμα δωρεὰν ἡγησαμένων, μόνοι τῶν ἄλλων ὑμεῖσ οὐκ ἐδέξασθε, καίτοι τῆσ ἁλώσεωσ ὑμῖν, ὅπερ ἔφην, ἄρτι γεγενημένησ καὶ τῶν πολεμίων ἐν τῇ πόλει τὰσ οἰκίασ μόνον εἰακότων· ἀλλ’ ὅμωσ δεινὸν ὑμῖν ἔδοξε τὸ ἐν ὁποίῳ δήποτε καιρῷ παραβῆναί τι τῶν δικαίων καὶ διὰ τὰσ συμφορὰσ τὰσ καταλαβούσασ ἔτι καὶ τὴν πίστιν ἀνελεῖν τῆν παρ’ αὑτοῖσ· καὶ τἄλλα πάντα Ῥωμαίοισ παραχωροῦντεσ οὐκ ἠξιώσατε καθ’ ἓν τοῦτο παραχωρῆσαι, τὸ μηδὲν αἰσχρὸν αἱρεῖσθαι κέρδουσ ἕνεκα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기