호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ τοιούτων διὰ μόνησ ἀρετῆσ ἐστιν ἡ κτῆσισ. καὶ μὴν ὧν γέ τισ τὴν τιμὴν κατέβαλε τοῖσ κυρίοισ, οὐδ’ ἀμφισβητεῖ δήπουθεν οὐδεὶσ ὡσ οὐ δικαιόν ἐστιν ἐᾶν ἔχειν αὐτόν, τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν πλείονα ᾖ δεδωκώσ. οὐκοῦν ἅπαντεσ οὗτοι δεδώκασιτιμὴν ἕκαστοσ τῆσ εἰκόνοσ τῆσ ἑαυτοῦ, καὶ ταύτην οὐδὲ μετρίαν, οἱ μὲν στρατηγίασ λαμπρὰσ ὑπὲρ τῆσ πόλεωσ, οἱ δὲ πρεσβείασ, οἱ δὲ καὶ τρόπαια ἀπὸ τῶν πολεμίων, οἱ δέ τινεσ καὶ χρήματα ἴσωσ, οὐ μὰ Δία χιλίασ δραχμὰσ οὐδὲ πεντακοσίασ, ὅσων ἔστιν εἰκόνα ἀναστῆσαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기