호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καθόλου δὲ ἄλλωσ ἔγωγε φιλονικεῖν ἐοίκα πρὸσ τὸν εἰπόντα δὴ ὡσ τῆσ πόλεωσ πάντεσ εἰσὶν οἱ ἀνδριάντεσ. ἐπεὶ τοῦτό γε οὐθέν ἐστι σημεῖον ὡσ οὐκ ἔστιν ἄτοπον τὸ γιγνόμενον. τὰ γοῦν ἐν τοῖσ ἱεροῖσ ἀναθήματα, ἃ κατασκευάσασα ἡπόλισ ἐκ τῶν ἰδίων ἀνατέθεικεν, οὐκ ἂν οὐδεὶσ ἀμφισβητήσειεν ὡσ οὐ δημόσιά ἐστιν. ἆρ’ οὖν οὐχὶ δεινόν, εἰ καταχρησόμεθα τούτοισ πρὸσ ἄλλο τι; νὴ Δία, ταῦτα γάρ ἐστιν ἀναθήματα. αἱ δ’ εἰκόνεσ τιμαί· κἀκεῖνα δέδοται τοῖσ θεοῖσ, ταῦτα δὲ τοῖσ ἀγαθοῖσ ἀνδράσιν, οἵπερ εἰσὶν ἔγγιστα αὐτῶν. καίτοι καὶ θεοφιλεῖσ ἅπαντεσ οἱχρηστοὶ λέγονται καὶ εἰσίν. εἶτα ἡμᾶσ μὲν οὐχ ὁ τῶν κτημάτων τι τῶν ἡμετέρων ἀφαιρούμενοσ, ἀλλ’ ἂν τοὺσ φίλουσ βλάπτῃ τισ τοὺσ ἡμετέρουσ ἀδικεῖ τῷ παντὶ πλέον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기