호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί οὖν; ἆρά γε καὶ λαμβάνουσιν ἐξ αὐτῶν, ὅταν ᾖ χρεία τισ, ἢ δανείζονται γοῦν, ὃ τάχα δόξει μηδὲν εἶναι δεινόν; ἀλλ’ οἶμαι πρότερον ἂν περιέλοιεν τὸν κόσμον τῆσ θεοῦ πρὶν ἢ τούτων ἅψασθαι. καίτοι τοὺσ Ἐφεσίουσ οὐκ ἂν εἴποιτε εὐπορωτέρουσ αὑτῶν. τοὐναντίον γὰρ ὑμεῖσ μὲν καὶ πρότερον ἦτε πλουσιώτατοι τῶν Ἑλλήνων καὶ νῦν ἔτι μᾶλλόν ἐστε· ἐκείνουσ δὲ πολλῶν ἔστιν ἰδεῖν καταδεέστερον πράττοντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기