호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ῥωμαῖοι γάρ εἰσιν οἱ πλείουσ αὐτῶν, καὶ τίσ ἂν τούτων ἅψαιτο; οἱ δέ γε παρεστῶτεσ αὐτοῖσ Μακεδόνεσ, οἱδὶ δὲ Λακεδαιμόνιοι· καὶ νὴ Δία τούτων ἁπτόμεθα. καίτοι τοὺσ μὲν πρότερον κειμένουσ πάντασ ἢ τούσ γε πλείστουσ δι’ εὐεργεσίαν φήσετε τεθῆναι, τῶν δὲ νῦν τιμωμένων πολλοὺσ δι’ ἰσχὺν θεραπεύεσθαι. τὸ μὲν δὴ ποτέρουσ αὐτῶν δικαιότερόν ἐστι ποιεῖσθαι περὶ πλείονοσ ἐάσω· τὸ δέ, εἰ μὴ πᾶσι τὰ δοθέντα δικαίωσ ὑπάρξει, ποτέρουσ μᾶλλον εἰκὸσ ἐπ’ ἀδήλῳ λαμβάνειν οὐδ’ αὐτοὺσ τούτουσλανθάνει. πάντεσ γὰρ οἴδασιν ὅσῳ βεβαιότερόν ἐστιν εὐεργεσία δυνάμεωσ. ἰσχὺν μὲν γὰρ οὐκ ἔστιν ἥντινα οὐκ ἀναιρεῖ χρόνοσ, εὐεργεσίαν δὲ οὐδεμίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기