- 텍스트

Dio, Chrysostom, Orationes, ΡΟΔΙΑΚΟΣ.? 14:

(디오, 크리소토모스, 연설, ΡΟΔΙΑΚΟΣ. 14:)

ἐὰν δὲ δὴ βωμὸν ἢ ναὸν νῦν τινος ἱδρύσασθαι θελήσωμεν: καὶ γὰρ εἰ πάντων εἰσὶ παρ ὑμῖν , οὐκ ἀδύνατον οἶμαι καὶ κρείττω κατασκευάσαι τοῦπρότερον καὶ διὰ πλειόνων τιμᾶν προελέσθαι τὸν αὐτόν: ἆρ οὐχ ἕτοιμον ἐξοικίσαι τινὰ τῶν ἄλλων θεῶν ἢ μετενεγκεῖν τι τῶν ἤδη καθιερωμένων· ἢ καὶ τὴν ἐπιγραφὴν ἀλλάξαι μόνον, ὃ νῦν ποιοῦμεν· καίτοι τὸν μὲν Ἀπόλλω καὶ τὸν Ἥλιον καὶ τὸν Διόνυσον ἔνιοί φασιν εἶναι τὸν αὐτόν, καὶ ὑμεῖς οὕτω νομίζετε, πολλοὶ δὲκαὶ ἁπλῶς τοὺς θεοὺς πάντας εἰς μίαν τινὰ ἰσχὺν καὶ δύναμιν συνάγουσιν, ὥστε μηδὲν διαφέρειν τὸ τοῦτον ἢ ἐκεῖνον τιμᾶν. ἐπὶ δὲ τῶν ἀνθρώπων οὐθέν ἐστι τοιοῦτον: ἀλλ ὁ διδοὺς τὰ τοῦδε ἑτέρῳ τοῦτον ἀφῄρηται τῶν ἑαυτοῦ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION