호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίσ γὰρ οὐκ ἂν οὕτωσ ἀγασθείη τῆσ σοφίασ τὴν πόλιν; ἀλλ’ οἶμαι πολλὰ τῶν ἐν τῷ βίῳ γιγνομένων μετὰ πόνου πλείονοσ καὶ δαπάνησ οὐ σμικρᾶσ ἔστι προῖκα καὶ πάνυ ῥᾳδίωσ ποιεῖν, εἴ τισ ἀμελεῖ τοῦ προσήκοντοσ καὶ τοῦ πράττειν ἀληθῶσ. οἱο͂ν εὐθὺσ τὰσ θυσίασ, ἃσ ἑκάστοτε τελοῦμεν τοῖσ θεοῖσ, ἔστι μὴ θύσαντασ φάσκειν τεθυκέναι, μόνον, ἂν δοκῇ, στεφανωσαμένουσ καὶ τῷ βωμῷ προσελθόντασ . τί δ’; οὐχὶ ταὐτὸ ἱερεῖον ἅπασιν ἐν κύκλῳ τοῖσ ἀγάλμασιπροσάγοντασ, τῷ τοῦ Διόσ, τῷ τοῦ Ἡλίου, τῷ τῆσ Ἀθηνᾶσ, καὶ πανταχῇ κατασπείσαντασ πᾶσιν οἰέσθαι τεθυκέναι τοῖσ θεοῖσ οὐ ῥᾴδιον; τίσ δ’ ὁ κωλύσων;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기