- 텍스트

Dio, Chrysostom, Orationes, ΡΟΔΙΑΚΟΣ.?

(디오, 크리소토모스, 연설, ΡΟΔΙΑΚΟΣ.)

εἰκὸς μέν ἐστιν, ὦ ἄνδρες Ῥόδιοι, τοὺς πολλοὺς ὑμῶν ἐμὲ νομίζειν ὑπὲρ ἰδίου τινὸς πράγματος ἐντευξόμενον ὑμῖν ἀφῖχθαι: ὥστε ἐπειδὰν αἴσθησθε τῶν ὑμετέρων τι κοινῶν ἐγχειροῦντα ἐπανορθοῦν, δυσχερανεῖτε ἴσως, εἰ μήτε πολίτης ὢν μήτε κληθεὶς ὑφ ὑμῶν ἔπειτα ἀξιῶ συμβουλεύειν, καὶ ταῦτα ὑπὲρ οὐδενὸς ὧν σκεψόμενοι συνεληλύθατε. ἐγὼ δὲ ἂν μὲν ὑμῖν ἀκούσασιν περί τινος τῶν μὴ πάνυ ἀναγκαίων φανῶ λέγων, δικαίως ἂν ἀμφότερά φημι δόξειν, ἅμα εὐήθης καὶ περίεργος:

ἐὰν δ ὡς οἱό῀ν τε καὶ περὶ μεγίστου πράγματος, καὶ τούτου σφόδρα φαύλως ἔχοντος, ὥστε δημοσίᾳ τὴν πόλιν ἀπ αὐτοῦ διαβεβλῆσθαι καὶ πάντας ὑμᾶς ἐπὶ πᾶσι τοῖς ἄλλοις εὐδοκιμοῦντας καθ ἐ`ν τοῦτο δόξης οὐ προσηκούσης τυγχάνειν, εἰκότως ἄν μοι χάριν ἔχοιτε καὶ νομίζοιτε εὔνουν ἑαυτοῖς. δῆλον γὰρ ὡς εἰ μὴ πάνυ τις ὑμᾶς ἀγαπᾷ, τοῖς γε ἄλλοις οὐθὲν μέλει δήπου τῶν ὑμῖν τινα φερόντων αἰσχύνην ἢ βλάβην. οὐκοῦν , εἰ μὲν ἀργύριόν τις ὑμῖν ἐχαρίζετο ἀφ ἑαυτοῦ, ξένος ἢ μέτοικος, τοῦτον μὲν οὐκ ἂν ἡγεῖσθε περίεργον, ὅτι μηδὲν προσήκειν δοκῶν ἐφιλοτιμεῖτο μηδ ὑμῶν ἀπαιτούντων:

συμβουλεύοντος δέ τι τῶν χρησίμων δυσχερέστερον ἀκούσεσθε, ὃς ἂν μὴ τύχῃ κληθεὶς ἢ μὴ πολίτης ὑπάρχῃ· καίτοι χρημάτων μὲν οὔθ ὑμεῖς σφόδρα ἴσως ἐν τῷ παρόντι δεῖσθε, καὶ μυρίους ἔστιν εὑρεῖν, οἷς μᾶλλον ἀφελοῦσι τῶν ὄντων συνέφερε: γνώμης δὲ ἀγαθῆς οὐκ ἔστιν οὐδεὶς ὁ μὴ δεόμενος ἐν παντὶ καιρῷ καὶ πρὸς ἅπαντα τὸν βίον, οὐδ ὁ κάλλιστα πράττειν δοκῶν.

εἰ μὲν οὖν περί τινος τῶν προκειμένων ἔλεγον, οὐθὲν ἂν ὑπ ἐμοῦ τηλικοῦτον ὠφελεῖσθε:

εἰκὸς γὰρ ἦν καὶ καθ αὐτοὺς ὑμᾶς τὸ δέον εὑρεῖν σκοποῦντάς γε ἅπαξ: ἐπεὶ δὲ ὑπὲρ οὗ μηδὲ ζητεῖτε τὴν ἀρχὴν ὅπως ποτὲ ἔχει, τοῦτό φημι δείξειν αἴσχισταγιγνόμενον, πῶς οὐκ ἂν εἰήν παντελῶς ὑμῖν χρήσιμον πρᾶγμα πεποιηκώς, ἐὰν ἄρα μὴ φανῶ ψευδόμενος· νομίζω δ ἔγωγε πάντα μὲν προσήκειν ἀποδέχεσθαι τῶν δι εὔνοιαν ὁτιοῦν λεγόντων καὶ μηδένα ὀχληρὸν ἡγεῖσθαι τῶν τοιούτων, μάλιστα δὲ ὑμᾶς, ἄνδρες Ῥόδιοι. δῆλον γὰρ ὅτι τούτου χάριν σύνιτε βουλευόμενοικαθ ἡμέραν, καὶ οὐ καθάπερ ἄλλοι δυσκόλως καὶ διὰ χρόνου καὶ τῶν ἐλευθέρων τινὲς εἶναι δοκούντων, ὅπως ὑμῖν ᾖ σχολὴ περὶ πάντων ἀκούειν καὶ μηδὲν ἀνεξέταστον παραλίπητε. ταυτὶ μὲν οὖν ἦν ἀναγκαῖον προειπεῖν, ὥστε τὴν ἀρχὴν ὑμᾶς ἐπὶ τοῦ πράγματος γενέσθαι:

νυνὶ δὲ ἐπ αὐτὸ βαδιοῦμαι, τοσοῦτονὑπειπὼν, ὅτι μοι προσήκειν δοκεῖ πάντα μὲν πράττειν δικαίως καὶ καλῶς τὰ κατὰ τὸν βίον, ἄλλως τε καὶ δημοσίᾳ ποιοῦντας ὁτιοῦν, οὐ μόνον ἐπειδὴ τὰ κοινὰ ὑπάρχει φανερώτερα, ὧν ἂν ἕκαστος ἰδίᾳ πράττῃ μὴ δέον, ἀλλὰ καὶ δι ἐκεῖνο ὅτι τὰ μὲν τῶν ἰδιωτῶν ἁμαρτήματα οὐκ εὐθὺς ἀποφαίνει τὴν πόλιν φαύλην, ἐκδὲ τῶν δημοσίᾳ γιγνομένων οὐχ ὃν προσήκει τρόπον ἀνάγκη δοκεῖν καὶ τοὺς καθ ἕνα μοχθηρούς. ὁποῖοι γὰρ ἂν ὦσιν οἱ πλείους ἐν δημοκρατίᾳ, τοιοῦτον φαίνεται καὶ τὸ κοινὸν ἦθος:

τὰ γὰρ τούτοις ἀρέσκοντα ἰσχύει δήπουθεν, οὐχ ἕτερα. μάλιστα δ ἂν φαίην ἔγωγε τοῖς καλλίστοις καὶ σεμνοτάτοις οἰκεῖον εἶναι χρῆσθαι προσέχοντας: ἐμφαίνει τῆς πόλεως τῶν τε ἄλλων οὐδὲν οἱό῀ν τε ἐπιτηδείως πράττεσθαι.

καὶ μὴν ὅτι γε τῶν πρὸς τοὺς θεοὺς ἐξῃρημένων, ἃ δεῖ μέγιστα ἡγεῖσθαι, τῶν λοιπῶν οὐδέν ἐστι κάλλιον οὐδὲ δικαιότερον ἢ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ τῶν εὖ ποιησάντων μεμνῆσθαινομίζω μηδὲ λόγου δεῖσθαι:

καίτοι καὶ τὸ συμφέρον οὐχ ἥκιστα ἐν τούτῳ τις ἂν ἴδοι. τοὺς γὰρ σπουδαίους ὄντας περὶ τοὺς εὐεργέτας καὶ τοῖς ἠγαπηκόσι δικαίως χρωμένους πάντες ἡγοῦνται χάριτος ἀξίους καὶ βούλοιτ ἂν ἕκαστος ὠφελεῖν κατὰ τὴν ἑαυτοῦ δύναμιν: ἐκ δὲ τοῦ πολλοὺς ἔχειν τοὺς εὐνοοῦντας καὶ συμπράττοντας, ὅταν ᾖ καιρός, καὶ πόλις πᾶσα καὶ ἰδιώτης ἀσφαλέστερον διάγει. ταῦτα τοίνυν ἡγεῖσθε, ἄνδρες Ῥόδιοι, πάνυ φαύλως παρ ὑμῖν ἔχοντα καὶ τῆς πόλεως οὐκ ἀξίως, τὰ περὶ τοὺς εὐεργέτας λέγω καὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν, οὐκ ἀρχῆθεν ὑμῶν οὕτω τῷ πράγματι χρωμένων:

πόθεν· τοὐναντίον γὰρ ὥσπερ ἄλλ ἄττα τῶν ὑμετέρων διαφερόντως ἄν τις ἀποδέξαιτο καὶ θαυμάσειεν, οὕτω μοι δοκεῖτε καὶ τιμῆς μάλιστα προνοῆσαι: γνοίη δ ἄν τις εἰς τὸ τῶν εἰκόνων πλῆθος ἀπιδών: μοχθηροῦ δὲ ἄλλως κατεσχηκότος ἔθους ἔκ τινος χρόνου, καὶ μήτε τιμωμένου λοιπὸν παρ ὑμῖν μηδενός, εἰ βούλεσθε τἀληθὲς εἰδέναι, τῶν τε πρότερον γενναίων ἀνδρῶν καὶ περὶ τὴν πόλιν προθύμων, οὐκ ἰδιωτῶν μόνον, ἀλλὰ καὶ βασιλέων ὑβριζομένων καὶ τὰς τιμὰς ἀποστερουμένων. ὅταν γὰρ ψηφίσησθε ἀνδριάντα τινί:

ῥᾳδίως δὲ ὑμῖν ἔπεισι τοῦτο νῦν ὡς ἂν ἄφθονον ὑπάρχον: ἐκεῖνο μὲν οὐκ ἂν αἰτιασαίμην, τὸ χρόνον τινὰ καὶ διατριβὴν προσεῖναι: τοὐναντίον γὰρ εὐθὺς ἕστηκεν ὃν ἂν εἴπητε, μᾶλλον δὲ καὶ πρότερον ἢ ψηφίσασθαι: συμβαίνει δὲ πρᾶγμα ἀτοπώτατον: ὁ γὰρ στρατηγὸς ὃν ἂν αὐτῷ φανῇ τῶν ἀνακειμένων τούτων ἀνδριάντων ἀποδείκνυσιν: λυσιτελῶς οὑτωσὶ σκοπουμένοις ὥστε θαυμαστὴν εἶναι τὴν εὐπορίαν καὶ τὸ πρᾶγμα εὐχῆς ἄξιον, εἰ μόνοις ὑμῖν ἔστιν ὃν ἂν βούλήσθε ἱστάναι χαλκοῦν δίχα ἀναλώματος καὶ μηδεμίαν δραχμὴν μήτε ὑμῶν καταβαλόντων μήτε τῶν τιμωμένων.

τίς γὰρ οὐκ ἂν οὕτως ἀγασθείη τῆς σοφίας τὴν πόλιν·

ἀλλ οἶμαι πολλὰ τῶν ἐν τῷ βίῳ γιγνομένων μετὰ πόνου πλείονος καὶ δαπάνης οὐ σμικρᾶς ἔστι προῖκα καὶ πάνυ ῥᾳδίως ποιεῖν, εἴ τις ἀμελεῖ τοῦ προσήκοντος καὶ τοῦ πράττειν ἀληθῶς. οἱο῀ν εὐθὺς τὰς θυσίας, ἃς ἑκάστοτε τελοῦμεν τοῖς θεοῖς, ἔστι μὴ θύσαντας φάσκειν τεθυκέναι, μόνον, ἂν δοκῇ, στεφανωσαμένους καὶ τῷ βωμῷ προσελθόντας . τί δ· οὐχὶ ταὐτὸ ἱερεῖον ἅπασιν ἐν κύκλῳ τοῖς ἀγάλμασιπροσάγοντας, τῷ τοῦ Διός, τῷ τοῦ Ἡλίου, τῷ τῆς Ἀθηνᾶς, καὶ πανταχῇ κατασπείσαντας πᾶσιν οἰέσθαι τεθυκέναι τοῖς θεοῖς οὐ ῥᾴδιον· τίς δ ὁ κωλύσων· ἐὰν δὲ δὴ βωμὸν ἢ ναὸν νῦν τινος ἱδρύσασθαι θελήσωμεν:

καὶ γὰρ εἰ πάντων εἰσὶ παρ ὑμῖν , οὐκ ἀδύνατον οἶμαι καὶ κρείττω κατασκευάσαι τοῦπρότερον καὶ διὰ πλειόνων τιμᾶν προελέσθαι τὸν αὐτόν: ἆρ οὐχ ἕτοιμον ἐξοικίσαι τινὰ τῶν ἄλλων θεῶν ἢ μετενεγκεῖν τι τῶν ἤδη καθιερωμένων· ἢ καὶ τὴν ἐπιγραφὴν ἀλλάξαι μόνον, ὃ νῦν ποιοῦμεν· καίτοι τὸν μὲν Ἀπόλλω καὶ τὸν Ἥλιον καὶ τὸν Διόνυσον ἔνιοί φασιν εἶναι τὸν αὐτόν, καὶ ὑμεῖς οὕτω νομίζετε, πολλοὶ δὲκαὶ ἁπλῶς τοὺς θεοὺς πάντας εἰς μίαν τινὰ ἰσχὺν καὶ δύναμιν συνάγουσιν, ὥστε μηδὲν διαφέρειν τὸ τοῦτον ἢ ἐκεῖνον τιμᾶν. ἐπὶ δὲ τῶν ἀνθρώπων οὐθέν ἐστι τοιοῦτον: ἀλλ ὁ διδοὺς τὰ τοῦδε ἑτέρῳ τοῦτον ἀφῄρηται τῶν ἑαυτοῦ. νὴ Δία, ἀλλ οὐχ ὅμοιον τὸ παραβαίνειν τὰ πρὸς τοὺς θεοὺς καὶ τὰ πρὸς τοὺς ἀνθρώπους.

οὐδ ἐγώ φημι. ὅ φησιν ὄντως διδούς, ἀλλὰ τοὺς μὲν ἀποστερῶν τῆς δωρεᾶς, τοὺς δὲ ὥσπερ ἐνεδρεύων καὶ παραλογιζόμενος.

ἡ μὲν οὖν φύσις τοῦπράγματος ὁμοία καὶ τὸ ποιεῖν ὁτιοῦν μετὰ ἀπάτης καὶ φενακισμοῦ καὶ τῆς ἐσχάτης μικρολογίας ταὐτό:

διαφέρει δ, ὅτι τὰ μὲν περὶ τοὺς θεοὺς γιγνόμενα μὴ δεόντως ἀσεβήματα καλεῖται, τὰ δὲ πρὸς ἀλλήλους τοῖς ἀνθρώποις ἀδικήματα. τούτων τὴν μὲν ἀσέβειαν ἔστω μὴ προσεῖναι τῷ νῦν ἐξεταζομένῳ πράγματι: τὸ λοιπὸν δέ, εἰ μὴ δοκεῖ φυλακῆς ὑμῖν ἄξιον, ἀφείσθω. καίτοι καὶ τὴν ἀσέβειαν εὑρ´οι τις ἂν ἴσως τῷ τοιούτῳ προσοῦσαν:

λέγω δὲ οὐ περὶ ὑμῶν οὐδὲ περὶ τῆς πόλεως: οὔτε γὰρ ὑμῖν ποτε ἔδοξεν οὔτε δημοσίᾳ γέγονεν: ἀλλ αὐτὸ σκοπῶν κατ ἰδίαν τὸ πρᾶγμα. τὰ γὰρ περὶ τοὺς κατοιχομένους γιγνόμενα οὐκ ὀρθῶς ἀσεβήματα κέκληται καὶ τῆς προσηγορίας ταύτης τυγχάνει παρὰ τοῖς νόμοις, εἰς οὓς ἄν ποτε ᾖ. τὸ δ εἰς ἄνδρας ἀγαθοὺς καὶ τῆς πόλεως εὐεργέτας ὑβρίζειν καὶ τὰς τιμὰς αὐτῶν καταλύειν καὶ τὴν μνήμην ἀναιρεῖν ἐγὼ μὲν οὐχ ὁρῶ πῶς ἂν ἄλλως ὀνομάζοιτο: ἐπεὶ καὶ τοὺς ζῶντας εὐεργέτας οἱ ἀδικοῦντες οὐκ ἂν εὐλόγως εἰε῀ν ἀπηλλαγμένοι τοῦδε τοῦ ὀνείδους. οἱ γοῦν περὶ τοὺς γονεῖς ἐξαμαρτάνοντες, ὅτι τῆς πρώτης καὶ μεγίστης ὑπῆρξαν εὐεργεσίας εἰς ἡμᾶς, εἰκότως ἀσεβεῖν δοκοῦσιν.

καὶ τὸ μὲν τῶν θεῶν ἴστε δήπουθεν, ὅτι κἂν σπείσῃ τις αὐτοῖς κἂν θυμιάσῃ μόνον κἂν προσάψηται, μεθ ἧς μέντοι προσήκει διανοίας, οὐθὲν ἔλαττον πεποίηκεν: οὐδὲ γὰρ δεῖται τῶν τοιούτων οὐθενὸς ἴσως ὁ θεὸς οἱο῀ν ἀγαλμάτων ἢ θυσιῶν: ἄλλως δὲ οὐ μάτην γίγνεται ταῦτα, τὴν προθυμίαν ἡμῶν καὶ τὴν διάθεσιν ἐμφαινόντων πρὸς αὐτούς. οἱ δὲ ἄνθρωποι δέονται καὶ στεφάνου καὶ εἰκόνος καὶ προεδρίας καὶ τοῦ μνημονεύεσθαι.

καὶ πολλοὶ καὶ διὰ ταῦτα ἤδη τεθνήκασιν, ὅπως ἀνδριάντος τύχωσι καὶ κηρύγματος ἢ τιμῆς ἑτέρας καὶ τοῖς αὖθις καταλίπωσι δόξαν τινὰ ἐπιεικῆ καὶ μνήμην ἑαυτῶν. ἁπάντων τῶν τοιούτων ἀνῃρημένων καὶ μηδεμιᾶς εἰς ὕστερον μνήμης ἀπολειπομένης μηδὲ ἐπαίνου τῶν εὖ πραχθέντων, εἰ καὶ πολλοστὸν ἡγεῖσθε μέρος ἂν γεγονέναι τῶν θαυμαζομένων παρὰ πᾶσιν ἀνδρῶν ἢ τῶν ἐν πολέμῳ ποτὲ προθύμως ἠγωνισμένων ἢ τῶν τυράννους καθῃρηκότων ἢ τῶν ἑαυτοὺς ἢ τέκνα προειμένων ἕνεκα κοινῆς σωτηρίας ἢ τῶν πόνους μεγάλους πονησάντων ὑπὲρ τῆς ἀρετῆς, ὥσπερ Ἡρακλέα φασὶ καὶ Θησέα καὶ τοὺς ἄλλους ἡμιθέους ποτὲ καὶ ἡρ´ωας, οὐκ ἂν οὐθένα εἰπεῖν οἶμαι.

τὸ γὰρ προκαλούμενον ἕκαστον καὶ κινδύνων καταφρονεῖν καὶ πόνους ὑπομένειν καὶ τὸν μεθ ἡδονῆς καὶ ῥᾳθυμίας ὑπερορᾶν βίον οὐκ ἂν ἄλλο τις εὑρ´οι παρά γε τοῖς πλείοσι.

τοῦτό ἐστι τὸ ποιοῦν ἐν ταῖς μάχαις τοὺς ἀγαθοὺς ἄνδρας ἔμπροσθεν εὑρίσκεσθαι τετρωμένους καὶ μὴ μεταστραφέντας οἴχεσθαι, πολλάκις ἑτοίμου τῆς σωτηρίας ἀποκειμένης. διὰ τοῦτό φησιν ὁ ποιητὴς τὸν Ἀχιλλέα μὴ θελῆσαι γηράσαντα ἀποθανεῖν οἴκοι, καὶ τὸν Ἕκτορα μόνον στῆναι πρὸ τῆς πόλεως, εἰ δέοι, πᾶσι μαχούμενον. τοῦτο ἦν τὸ ποιῆσαν Λακεδαιμονίων τινὰς ἐν τοῖς στενοῖς ἀντιτάξασθαι πρὸς τοσαύτας Περσῶν μυριάδας.

τοῦτο ἐποίησε τοὺς ὑμετέρους προγόνους ἅπασαν γῆν καὶ θάλατταν ἐμπλῆσαι τροπαίων καὶ τῆς λοιπῆς Ἑλλάδος τρόπον τινὰ ἐσβεσμένης μόνους ὑμᾶς ἐφ αὑτοῖς διαφυλάξαι τὸ κοινὸνἀξίωμα τῶν Ἑλλήνων εἰς τὸν νῦν παρόντα χρόνον. ὅθεν εἰκότως μοι δοκεῖτε μεῖζον ἁπάντων ἐκείνων φρονεῖν. οἱ μὲν γὰρ ἐν ἀρχῇ τὰ πρὸς τοὺς βαρβάρους εὐτυχήσαντες καὶ λαμπροὶ φανέντες τὰ λοιπὰ ἐξήμαρτον, φθόνου μᾶλλον καὶ ἀνοίας καὶ φιλονικίας ἤπερ ἀρετῆς ἐπίδειξιν ποιούμενοι, μέχρι μηδενὸς ἔξωθεν ἐνοχλοῦντοσαὐτοὶ παρείθησαν καὶ πάντα ἤδη τὸν βουλόμενον εἶναι δεσπότην ἐκάλουν.

ὑμεῖς δὲ τοσούτους πολέμους κατωρθωκότες ἅπαντας οὐχ ἧττον καλῶς ἀνείλεσθε ἢ γενναίως ἐπολεμήσατε: πλὴν ἐκεῖνό γε δῆλόν ἐστιν ὅτι μήτε ὑμεῖς μήτε ἄλλοι τινές, οἳ δοκοῦσιν Ἑλλήνων ἢ βαρβάρων μεγάλοι γενέσθαι, δι ἄλλο τι προῆλθον εἰς δόξανκαὶ δύναμιν ἢ τῶν κατὰ μέρος φιλοτίμων τυχόντες καὶ περὶ πλείονος τοῦ ζῆν ἡγουμένων τὴν ὕστερον εὐφημίαν.

ἡ γὰρ στήλη καὶ τὸ ἐπίγραμμα καὶ τὸ χαλκοῦν ἑστάναι μέγα δοκεῖ τοῖς γενναίοις ἀνδράσι, καὶ μισθὸς οὗτος ἄξιος τῆς ἀρετῆς τὸ μὴ μετὰ τοῦ σώματος ἀνῃρῆσθαι τὸ ὄνομα μηδ εἰς ἴσον καταστῆναι τοῖς μὴ γενομένοις,ἀλλὰ ἴχνος τι λιπέσθαι καὶ σημεῖον, ὡς ἂν εἴποι τις, τῆς ἀνδραγαθίας.

τοὺς ἀγωνιστὰς τούτους ὁρᾶτε ὅσα πάσχουσι γυμναζόμενοι, δαπανῶντες, τὸ τελευταῖον ἀποθνῄσκειν αἱρούμενοι πολλάκις ἐν αὐτοῖς τοῖς ἄθλοις.

τί οὖν· εἴ τις ἀνέλοι τὸν στέφανον, οὗ χάριν φιλοτιμοῦνται, καὶ τὴν ἐπιγραφὴν τὴν ἐσομένηνὈλυμπίασιν ἢ Πυθοῖ τῆς νίκης, ἆρ οἰέσθε μίαν ἡμέραν αὐτοὺς ἀνέξεσθαι τὸν ἥλιον μόνον, οὐχ ὅπως τἄλλα ὅσα τῷ πράγματι πρόσεστιν ἀηδῆ καὶ χαλεπά· τί δ· ἐὰν γένηται δῆλον αὐτοῖς ὅτι τὴν εἰκόνα, ἣν ἂν στήσωσιν, ἕτερος αὑτοῦ ποιήσεται, τὸ μὲν τοῦ θέντος ὄνομα ἀνελών, αὑτὸν δὲ ἐπιγράψας, ἔτι θεασόμενον ἡγεῖσθε ἐλθεῖν ἄν τινα ἐκεῖσε, οὐχ ὅπως ἀγωνιούμενον· ὅθεν οἶμαι καὶ βασιλεῖς ἐπιδικάζονται τῆς τοιαύτης μαρτυρίας. ἅπασι γάρ ἐστι περὶ πολλοῦ τὰ τῆς ἀρετῆς σύμβολα, καὶ οὐδεὶς αἱρεῖται τῶν πολλῶν, ὅ,τι ἂν οἰήται καλὸν αὑτῷ πεπρᾶχθαι, μηδένα δὲ εἰδέναι.

πρὸς τοῦ Διός, ἆρα ἀγνοεῖτε τοῦτο τὸ ἔργον οὐκ ἐκείνους μόνον ἀτίμους ποιοῦν, ἀλλὰ καὶ τὴν πόλιν ἔρημον τῶν εὐνοησόντων καὶ προθυμησομένων ὑπὲρ αὐτῆς· μηδὲ γὰρ ἐκεῖνο εἰσέλθῃ μηδένα ὑμῶν ὅτι εἴπερ ἄρα μίαν τιμὴν καταλύσετε τὴν τῶν εἰκόνων, αἱ λοιπαὶ δέ εἰσιν ἀναφαίρετοι. πρῶτον μὲν γὰρ οἱ τὴν μεγίστην ἀναιροῦντες καὶ ἧς μάλιστα ἕκαστος ἐπιθυμεῖ τυγχάνειν ὁμολογοῦσι δήπουθεν ἐκ τοῦ πλείονος μέρους τὴν πόλιν βλάπτειν, εἴ γέ φασι βλαβερὸν εἶναι τὸ πάσας αὐτὰς καταλελύσθαι. πρὸς τούτῳ δὲ κἀκεῖνό ἐστιν ὅτι παρ οἷς ἂν ἕν τι κινηθῇ, παρ ἐκείνοις κεκίνηται πάντα ὁμοίως καὶ τῶν παραπλησίων βέβαιον οὐθέν ἐστιν.

οἱ γὰρ τὴν αἰτίαν παραβάντες, καθ ἣν οὐκ ἂν ἐδόκει τι συμβῆναι, καὶ ταύτην παρ οὐδὲν ἡγησάμενοι, πάντα λελύκασιν ἃ τὴν αὐτὴν εἶχε πρόφασιν τοῦ μένειν βέβαια. οἱο῀ν εἴ τις μίαν λύσαι τῶν τιμωριῶν ἡντιναοῦν, οὐδὲ τῶν ἄλλων οὐδεμίαν ἰσχυρὰν καταλέλοιπεν. εἰ δέ τις τὴν μεγίστην ἀνέλοι, φυγὴν ἢ θάνατον, τά γε ἐλάττω τῶν ἐπιτιμίων λοιπὸν ἀνάγκη μηδὲ γεγράφθαι δοκεῖν.

ὥσπερ οὖν οἱ παραχαράττοντες τὸ νόμισμα, κἂν μέρος λυμήνωνται, τὸ σύμπαν διεφθαρκέναι δοκοῦσιν ὑπαίτιον ποιήσαντες, ὁμοίως οἱ τῶν τιμῶν τινας ἢ τῶν τιμωριῶν ἀναιροῦντες ὅλον τὸ πρᾶγμα καταλύουσι καὶ τοῦ μηδενὸς ἄξιον δεικνύουσι. καὶ μὴν εἴ τίς με ἔροιτο, τὴν μεγίστην ὡς οἱό῀ν τε ἑκατέρων βλάβην φερόντων, τοῦ τε τὰς τιμὰς ἀπίστως ἔχειν καὶ τοῦ τὰς τιμωρίας ἀσθενῶς, εἰ μὴ δυνατὸν ἀμφότερα εὐλαβηθῆναι, πότερον αὐτῶν ἐπιεικέστερον κρίνω καὶ μετριωτέρων ἀνθρώπων, οὐκ ἂν διστάσας τὸ περὶ τὰς τιμωρίας εἴποιμι:

εἴ γε τοῦτο μὲν ἔστιν ἀνενεγκεῖν εἰς φιλανθρωπίαν, εἰς ἔλεον, εἰς ἄλλα τοιαῦτα, ἅπερ ἐστὶν οἰκεῖα τοῖς χρηστοῖς: τὸ δὲ τῶν ἀρίστων ἀνδρῶν ἐπιλανθάνεσθαι καὶ τὰ τῆς ἀρετῆς ἆθλα ἀποστερεῖν οὐκ ἔνι τυγχάνειν οὐδεμιᾶς εὐπρεποῦς προφάσεως,ἀλλ ἀχαριστίᾳ, φθόνῳ, μικρολογίᾳ, πᾶσι τοῖς αἰσχίστοις ἀνάγκη προσήκειν. ἔτι δὲ οἱ μὲν τοὺς ὄντας πονηροὺς ἧττον κατείργουσι, τὰς κολάσεις ἀνιέντες: οἱ δὲ αὐτοὶ τὰ μέγιστα ἐξαμαρτάνουσι περὶ τοὺς εὐεργέτας. τοσούτῳ δὲ τοῦτο ἐκείνου κάκιον ὅσῳ τὸ αὐτὸν ἀδικεῖν τοῦ μὴ σφόδρα κωλύειν ἕτερον. οὐ τοίνυν οὐδὲ ἐκεῖνοἔστιν εἰπεῖν ὅτι μὴ τοῦτο ὑπάρχει μέγιστον τῶν δεδομένων τισί:

δίχα γὰρ τοῦ πᾶσιν εἶναι φανερὸν ἑαυτοῖς ἐναντία ἐροῦσιν οἱ λέγοντες. τῶν ἡγουμένων, οἷς ἅπασιν εἰκόνας εἰ δεήσει κατασκευάζεσθαι, μεγάλην τινὰ ἔσεσθαι τὴν δαπάνην, ὡς τάς γε ἄλλας τιμὰς οὐκοὔσας κατ αὐτοὺς οὐδὲ ἀποδεξομένων αὐτῶν ὡς πολὺ ἐλάττους.

τὸ μὲν δὴ τῆς δαπάνης οἱό῀ν ἐστιν ὄψεσθε μετὰ μικρόν:

τὸ δὲ μεγίστην εἶναι τῶν τιμῶν, ἣν ἀφαιροῦνται τοὺς εἰληφότας πρότερον ἐκ τούτων ὡμολόγηται. καὶ μὴν ἀτόπου γε ὄντος τοῦ τινα παρεῖναι τῶν ἀξίων τιμῆσκαὶ μηδεμίαν παρασχεῖν ἀμοιβὴν τῆς εὐεργεσίας, ὡς πάντων μάλιστα ἀνάγκη τούτοις ὁμολογεῖν, οἳ καὶ τὸ μετριώτερον τιμῆσαί τινα τῆς ἀξίας δεινὸν οἰόνται, τὸ τιμήσαντας, ἔπειτα δ οὐδὲν αἰτιωμένους ἀφαιρεῖσθαι τὰ δοθέντα πῶς οὐχ ὑπερβολὴν ἀδικίας ἔχει· τὸ μὲν γὰρ ἀχαριστεῖν ἐστι τοῖς εὐεργέταις, τὸ δὲ ὑβρίζεινεἰς αὐτούς, καὶ τὸ μέν ἐστι μὴ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας, τὸ δὲ ἀτιμάζειν. οἱ μὲν γὰρ ἃ δοκοῦσι τοῖς ἐπιεικέσιν ὀφείλειν οὐ παῥ;

; ᾿χουσιν, οἱ δὲ ἃ σύνηθές ἐστι γίγνεσθαι κατὰ τῶν ἄκρως πονηρῶν, ταῦτα πράττουσι κατ αὐτῶν. εἰ γοῦν τις τῶν ποτε νομισθέντων μετρίων αὖθις ἀνήκεστον ἁμάρτοι τι καὶ χαλεπόν, οἱο῀νεἰ προδοσίαν βουλεύσειεν ἢ τυραννίδα, τῶν τοιούτων ἔθος ἐστὶ τὰς τιμὰς ἀναιρεῖσθαι, κἂν ἐπιγραφῆς τινος πρότερον ὦσι τετευχότες. εἶτ οὐκ αἰσχρὸν τῶν αὐτῶν ἀξιοῦν ὑμᾶς τοὺς ὁμολογουμένως ἀρίστους, ὧν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀνοσίους τυγχάνειν οἱ νόμοι κελεύουσιν, οἷς οὐδὲ ταφῆς μέτεστιν· ὥστε μοι δοκοῦσιν, ὅσην παρ ἑτέροις ἔχουσι τοῦ τιμᾶσθαι πάντες ἐπιθυμίαν, τοσαύτην ἢ καὶ πλείονα ἕξειν παρ ὑμῖν, ὅπως μηδέποτε τεύξονται τῶν τοιούτων μηδενός:

ὅσῳ τὴν ὕβριν ἕκαστος καὶ τὸ προπηλακισθῆναι μεῖζον ἡγεῖται κακὸν ἢ τὴν τιμὴν ἀγαθὸν νενόμικεν. ἐᾶν αὑτόν.

τοὺς γοῦν τυράννους ἢ τοὺς βασιλέας, ὧν αὖθις οἱ βιαίως ἀρχθέντες καὶ παρανόμως τὰς εἰκόνας ἀνεῖλον καὶ τὰ ὀνόματα ἠφάνισαν, ὅπερ οἶμαι καὶ ἐφ ὑμῶν συμβέβηκε, διατεινάμενος εἴποιμ ἄν, εἰ προῄδεσαν τοῦτο ἐσόμενον, μήτ ἂν εἰκόνας ἑαυτῶν ἐᾶσαί τινα στῆσαι μήτε ὀνόματα ἐγγράψαι. καίτοι τοῦτο οὐ μόνον ἐκείνους ἀδικουμένους καὶ δεινὰ πάσχοντας, ἀλλὰ καὶ τὴν πρόφασιν δείκνυσι κενήν, δι ἣν ἴσως ὑμᾶς τινες ἀξιώσουσι τοῦτο ποιεῖν, μᾶλλον δὲ κατὰ τοῦ πράγματος οὖσαν.

εἰ γὰρ ἀναγκαῖον ἅμα καὶ συμφέρον φήσουσιν εἶναι τὸ ἑτέρους τιμᾶν, πῶς οὐχ ὑπεναντίον ἐστὶ τούτῳ τοὺς πρότερον οὕτω τετιμημένους ὑβρίζειν· ὃ γὰρ τῶν πρότερόν τις οὐκ ἂν εἵλετο λαβεῖν, εἰδὼς τοῦτο ἐσόμενον, πῶς εἰκός ἐστι τῶν νῦν τινα ἡδέως λαμβάνειν ὁρῶντα τὸ γιγνόμενον· ὥστ εἰ μὴ καὶ δι ἐκείνους τοὺς θᾶττον εὐεργέτας, ἀλλὰ τούτους γε, οὓς νῦν τιμῶμεν, εἰκὸς ἦν φυλάξασθαι τὸ πρᾶγμα. πάντες μὲν γὰρ ὑπόπτως ἔχουσι πρὸς τὰ ὑπὸ τούτων διδόμενα οὓς ἴσασι τῶν πρότερόν ἐπαινεθέντων καὶ δοξάντων φίλων οὕτως ἀμελοῦντας, μάλιστα δὲ οἱ τῶν αὐτῶν τυγχάνοντες, ὧν τοὺς εἰληφότας ὁρῶσιν ἀπεστερημένους.

εἰ δὲ δὴ καὶ ὅπως αὐτοὶ λάβωσι τοῦτο γίγνοιτο, μᾶλλον δὲ ὅπως δοκῶσιν εἰληφέναι, παντελῶς ἤδη τὸ πρᾶγμα εἰρωνείαν καὶ χλεύην νομίζουσιν. πολὺ δὲ βέλτιον ἦν λέγειν τοῖς βουλομένοις μικρὰ φροντίζειν ὑμᾶς τῶν τάχιον τετιμημένων, ὅτι μηκέτι μηδεμία χρεία τοῦ τιμᾶν τινά ἐστιν, ῾; ; ᾿ τοὐναντίον οὗ τὴν μεγίστην φασὶν εἶναι τῇ πόλει χρείαν καὶ πρὸς πλείονας νῦν ἢ πρότερον, τοῦτο διαβάλλειν. καίτοι μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐδ εἰ τὴν ἀνωτάτην χάριν ὑμῖν ἕξειν ἔμελλον οἱ δοκοῦντες νῦν τῶν εἰκόνων τυγχάνειν καὶ σφόδρα ἐπαινέσειντὸν δῆμον, οὐδ οὕτως ἐχρῆν αὐτὸ γίγνεσθαι.

τὸ γὰρ μόνον ζητεῖν ἐξ ὧν ἄν τις ἀρέσαι τινὰ ποιήσας καὶ προσαγάγοιτο, εἰ δ ἄλλον ὃν οὐ προσῆκεν ἀδικήσει τοῦτο ποιῶν ἢ καθόλου τι μὴ δέον πράξει μὴ σκοπεῖν, οὔτε μὰ τοὺς θεοὺς ἐλευθέρων ἐστὶν ἀνθρώπων οὔτε μετρίων τὸ ἦθος. οὐδεὶς γὰρ οὐδὲ τῶν πάνυ πονηρῶνπροαιρεῖταί τι φαῦλον, ὃ μὴ συμφέρειν ἑαυτῷ νομίζει πρὸς τὸ παρόν, ἀλλ ἔστιν αὐτὸ τοῦτο ἡ μοχθηρία τὸ κέρδους ἕνεκα καὶ χρείας μηδενὸς αἰσχροῦ μηδὲ ἀδίκου πράγματος ἐπιστρέφεσθαι μηδὲ φροντίζειν ποῖον τὸ γιγνόμενον, ἀλλὰ μόνον εἰ λυσιτελές.

οὐκοῦν ὁ τὸν μὲν παρόντα θεραπεύων, ὀλιγωρῶν δὲ τοῦ θᾶττονφίλου, καὶ τῆς μὲν γεγενημένης χρείας ἐπιλελησμένος, τὴν δ ἐλπιζομένην ὠφέλειαν περὶ πλείστου ποιούμενος, ἆρ οὐκ ἴστε ἧστινος τυγχάνει προσηγορίας·

οὐ κόλαξ ὁ τοιοῦτος ὀνομάζεται παρὰ πᾶσιν· οὐκ ἀγεννής, οὐκ ἄπιστος δοκεῖ· νῦν τοίνυν οὐδὲ τοῦτο περιγίγνεται τῇ πόλει, τὸ θεραπεύεσθαί τινας ὑπὸ αὐτῆς καὶ μεγάλουτινὸς οἰέσθαι τυγχάνειν ὧν ἂν τὰ ὀνόματα ἐπιγράφηται. τοὐναντίον γὰρ δυσχεραίνουσι καὶ μέμφονται παρ αὑτοῖς, εἰ καὶ σιωπῶσιν ἄλλως, προσκρούειν οὐ θέλοντες. ἢ νόμισμα μὲν εἴ τῳ χαρίζοισθε κίβδηλον, οὐδεὶς ἂν ἑκὼν λάβοι, μᾶλλον δὲ ὕβριν ἡγοῖτο ἢ δωρεὰν τὸ γιγνόμενον: τιμὴν δὲ κίβδηλον καὶ μηδὲν ἔχουσαν ὑγιὲς νομίζετε δέχεσθαι τοὺς νοῦν ἔχοντας· ἀλλ ἐὰν μὲν οἰκέτην τις ἀλλότριον ἢ σκεῦος ἀποδῶται ψευσάμενος ὡς ἑαυτοῦ, σφόδρα ἕκαστος ἀγανακτεῖ τῶν ἠπατημένων, καὶ θαυμάζοιμ ἄν, εἰ μὴ ἐζημιοῦτε τοῦτον ὑμεῖς:

εἰ δ ἀλλοτρίαν τις εἰκόνα καὶ μηδὲν αὐτῷ προσήκουσαν ἐξαπατηθεὶς λάβοι παρὰ τῶν μὴ κυρίων: ὃ γὰρ ἂν ἄλλῳ δῷ τις, τούτου κύριος οὐκέτ ἐστὶν ἑτέρῳ διδόναι: χάριν αὐτὸν οἰέσθε τοῖς παρακρουσαμένοις ἔχειν· δέομαι δέ, ἂν οἱ λόγοι φαίνωνται πικρότεροι, μηθὲν ἐμοὶ δυσχεραίνειν.

οὐδὲ γὰρ ὑμᾶς φημι τοῦτο ποιεῖν, τρόπον δέ τινα ἀκούσης τῆς πόλεως αὐτὸ γίγνεσθαι. τὸ δὲ πρᾶγμα εἰ τοιοῦτόν ἐστιν ὥστε πάναισχρον δοκεῖν ἐξεταζόμενον, τοσούτῳ προθυμότερον ὑμᾶς ἀκούειν δεῖ τοῦ λέγοντος, ὥστε ἀπηλλάχθαι τὸ λοιπὸν τῆς αἰσχύνης. οὐδὲ γὰρ τὰ ἐν τοῖς σώμασι δυσχερῆ χωρὶς ὀδύνης ἔστιν ἰάσασθαι, πολλάκις δὲ αὐτὸ τοῦτο σημεῖον ὑπάρχει τοῦ σφόδρα ἐπείγειν τὴν θεραπείαν, τὸ σφόδρα ἀλγεῖν τὸ θεραπευόμενον.

ὃ τοίνυν ἀρχόμενος εἶπον, οὐδ ἂν νῦν ὀκνήσαιμι εἰπεῖν, ὅτι πανταχοῦ μὲν οἰκεῖόν ἐστι φαίνεσθαι τοὺς ἀγαθοὺς ἄνδρας ὑγιεῖς καὶ μηδὲν παλίμβολον ἔχοντας μηδὲ δυσχερές, μάλιστα δὲ οἶμαι περὶ τὸ τιμᾶν καὶ τὰς δωρεάς.

τὸ γὰρ αἰσχύνην τινὰ προσάπτειν τοῖς καλοῖς καὶ τὸ ἀδίκως ποιεῖν τὸ πάντων δικαιότατον οὐδ αἰσθανομένων ἐστὶν ἀνθρώπων τῆς ἑκάστου φύσεως. ὥσπερ οὖν οἱ παρανομοῦντες εἰς τὰ ἱερὰ τῶν εἰς ἄλλ ὁτιοῦν ἁμαρτανόντων χείρους εἰσίν, οὕτως οἱ περὶ ταῦτα ἄδικοι καὶ πονηροὶ φαινόμενοι. τί γάρ ἐστιν ἱερώτερον τιμῆς ἢ χάριτος·

οὐκ ἴστε ὅτι καὶ θεὰς νομίζουσιν οἱ πλεῖστοι τῶν ἀνθρώπων τὰς Χάριτας· ἐὰν οὖν τὰ ἀγάλματα αὐτῶν περικόπτῃ τις ἢ τοὺς βωμοὺς ἀνατρέπῃ, τοῦτον ἡγεῖσθε ἀσεβεῖν: ἐὰν δὲ αὐτὸ λυμήνηται καὶ διαφθείρῃ τὸ πρᾶγμα, ἀφ οὗ καὶ τὰς θεὰς ὠνομάσθαι συμβέβηκε, μὴ ὃν δεῖ τρόπον χαριζόμενος, ἀλλ ἀγεννῶς καὶ ἀνελευθέρως καὶ μετὰ τέχνης τοῖς εὐεργέταις ἀχαριστῶν, αὐτὸν φρονεῖν φήσομεν καὶ τῶν ἄλλων εἶναι συνετώτερον· ἀλλὰ τοὺς μὲν καπήλους τοὺς ἐν τοῖς μέτροις κακουργοῦντας, οἷς ὁ βίος ἐστὶν αὐτόθεν ἀπὸ αἰσχροκερδείας, μισεῖτε καὶ κολάζετε, τὴν δὲ πόλιν, εἰ δόξει περὶ τοὺς ἐπαίνους τῶν ἀγαθῶν ἀνδρῶν πανουργεῖν καὶ τὰς δωρεὰς καπηλεύειν, οὐκ αἰσχύνεσθε, παλίμβολα καὶ παλίμπρατα ποιοῦσαν τὰ σεμνά· καὶ οὐδὲ ἐκεῖνο ἐνθυμεῖσθε ὅτι μηδὲ τοῖς καπήλοις μηδεὶς ἔτι ῥᾳδίως πρόσεισι, παρ οἷς ἂν πονηρὰ ᾖ τὰ μέτρα.

καὶ μὴν ὅτι φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστιν, οὐχ ὁ λόγος αὐτὸ ἐξονειδίζει, θεάσασθε οὕτως. εἰ γάρ τις πύθοιτο ὑμῶν πότερα βούλεσθε τοὺς τιμωμένους ὑφ ὑμῶν, οἷς οἰέσθε διδόναι τὰς εἰκόνας, ἐπίστασθαι τἀληθὲς καὶ τὸ γιγνόμενον οἱό῀ν ἐστιν ἢ λανθάνειν αὐτούς, οὐκ ἄδηλόν ἐστιν ὃ ἂν εἴποιτε εὖ φρονοῦντες.

τί γὰρ ἐκώλυεν εὐθὺς ἐν τῷ ψηφίσματι γράφειν ὥσπερ τἄλλα καὶτοῦτο, εἶναι δὲ τὴν εἰκόνα αὐτοῖς μίαν τῶν ἀνακειμένων ἢ τὴν τοῦ δεῖνος, εἰ κἀκείνους ἐβούλεσθε γιγνώσκειν· ἀλλ οὐδέποτε οἶμαι τοῦτο ἐγγράφετε. οὐκοῦν ὅτι μὲν τὰ γιγνόμενα ὀρθῶς καὶ μηθὲν ἔχοντα ἄτοπον οὐδεὶς περιστέλλει δῆλόν ἐστιν.

ὅτι δὲ ἥκιστ ἄν τις φυλάξαιτο τοὺς εὖ πάσχοντας εἰδέναι τίνα τρόπον τῆς χάριτοστυγχάνουσι καὶ τῶν γιγνομένων περὶ τὴν τιμὴν ὁτιοῦν, εἴ γέ τις ἁπλῶς αὐτὸ πράττοι καὶ δικαίως, ἔτι μοι δοκεῖ τοῦ πρώτου φανερώτερον: ὥστε ἀνάγκη τὸ συμβαῖνον εἶναι πανταχῇ φαῦλον καὶ μηδενὶ μηδὲ ἰδιώτῃ πρέπον. ὁ γὰρ ἐν αὐτοῖς οἷς τινας εὖ ποιεῖ, παθὼν πρότερος ἢ νὴ Δία κατάρχων καὶ προκαλούμενος εἰς φιλίαν,παρακρουόμενος καὶ φενακίζων, τί ἂν οὗτος ἄλλως ποιήσειεν· ἐπίστασθε τοίνυν ὅτι μηδένα λανθάνει τὸ γιγνόμενον, ἀλλ ἔστι διαβόητον καὶ τῶν παρὰ πᾶσι θρυλουμένων, οὐ μόνον ἐπειδὴ λίαν κατακόρως καὶ ἀνέδην αὐτῷ κέχρηνταί τινες, ἀλλὰ καὶ ὅτι παρ ὑμῖν πράττεται. τὸ γὰρ ἀξίωμα τῆς πόλεως καὶ τὸ μέγεθος οὐδὲνἄγνωστον ἐᾷ τῶν ἐν αὐτῇ, καὶ τὸ σεμνότερον ὑμᾶς ἁπάντων ἐν τοῖς ἄλλοις ἑαυτοὺς ἄγειν, ἔτι δὲ οἶμαι τὸ πράττειν ἄριστα τῶν Ἑλλήνων, φθόνον κινεῖ καὶ ζηλοτυπίαν, ὥστε πολλοὺς εἶναι τοὺς ἐξετάζοντας, ἐάν τι δοκῆτε ἁμαρτάνειν.

οὐκοῦν οἱ μὲν ὅπως ὅ,τι πράττουσιν ἀγνοεῖσθαι μᾶλλον ἐθέλοντες κακίας τοῦτο σημεῖον ἐκ- φέρουσιν: οἱ δ ἅ μηδεὶς ἀγνοεῖ λανθάνειν νομίζοντες εὐηθείας: οἷς ἀμφοτέροις οὐκ ἂν ἕλοισθε ἔνοχον εἷναι τὴν πόλιν. νὴ Δία, ἀλλὰ δαπανήσομεν, εἰ μὴ τοῖς οὖσι χρησόμεθα καὶ πολλῶν δεήσει χρημάτων, ἐὰν πᾶσι κατασκευάζωμεν ἀνδριάντας ὅσοις ψηφιζόμεθα.

καὶ πόσῳ κρεῖττον ἐλάττοσι διδόναι τὴν δωρεὰν ἢ πλείους ἐξαπατᾶν, μέλλοντάς γε ὑπὸ πλειόνων καταγιγνώσκεσθαι καὶ μισεῖσθαι, σαφῶς εἰδότων ὃ ποιεῖτε·

καὶ γὰρ εἰ μὲν οὐ σφόδρα ἐπιεικεῖς εἰσιν, οὓς ὁπωσδήποτε ἵστατε νῦν, ὃ μηδαμῇ φρονοῦντες εἴποιτ ἄν, ὁρᾶτε τὸ γιγνόμενον: διὰ γὰρ τοὺς φαύλους ἀδικεῖτε τοὺς χρηστούς. ὅτι γὰρ ὑμῶν οἱ πρόγονοι μὴ ἐθαύμαζον εἰκῇ μηδὲ ἀνάξιόν τινα ἐγὼ διαβεβαιωσαίμην ἄν. εἰ δὲ ἀγαθοὺς τιμᾶτε, τούς γε τοιούτους εἰκὸς ἄχθεσθαι τῷ πράγματι. τίς γὰρ ἂν μέτριος ἄνθρωπος βούλοιτο ἕτερον κακῶς πάσχειν καὶ τῶν δικαίως δεδομένων ἀποστερεῖσθαι δι αὑτόν·

ἢ πῶς οὐκ ἂν ὀργίζοιτο ἐπὶ τούτῳ γιγνομένῳ μᾶλλον ἤπερ εἰδείη χάριν· ἢ γυναῖκα μὲν οὐδεὶς ἂν ὑπομείνειε χρηστὸς ὢν διὰ μοιχείαν λαβεῖν, ὅτι τὸν πρότερον ἔχοντα ἠδίκησε: μᾶλλον δὲ οὐδ ἂν ὅλως λάβοι τις ἡδέως παρὰ ἀνδρὸς ἑτέρου: καίτοι πολλάκις γίγνεται τοῦτο οὐ μετὰ πονηρᾶς αἰτίας: τιμὴν δέ, ἣν οὐκ ἔστι δικαίως ἀπ ἄλλου λαβεῖν οὐδὲ χωρὶς ὕβρεως τῆς εἰς ἐκεῖνον, ἀγαπᾶν τινα οἰέσθε, καὶ ταῦτα μηδ αὐτὸν ἐλπίζοντα ὡς οὐθὲν ἂν πάθοι τοιοῦτον· ἀλλ ἀνδράποδον μέν τις ὠνούμενος εἴ ποτε ἀπέδρα σκοπεῖ καὶ εἰ μὴ παρέμενε τῷ πρώτῳ δεσπότῃ: δωρεὰν δὲ καὶ χάριν, ἣν ἄπιστον ἡγεῖται καὶ σαφῶς οἶδε μηδὲν ἔχουσαν βέβαιον, ἑκὼν ἂν πρόσοιτο· Ῥωμαῖοι γάρ εἰσιν οἱ πλείους αὐτῶν, καὶ τίς ἂν τούτων ἅψαιτο·

οἱ δέ γε παρεστῶτες αὐτοῖς Μακεδόνες, οἱδὶ δὲ Λακεδαιμόνιοι: καὶ νὴ Δία τούτων ἁπτόμεθα. καίτοι τοὺς μὲν πρότερον κειμένους πάντας ἢ τούς γε πλείστους δι εὐεργεσίαν φήσετε τεθῆναι, τῶν δὲ νῦν τιμωμένων πολλοὺς δι ἰσχὺν θεραπεύεσθαι. τὸ μὲν δὴ ποτέρους αὐτῶν δικαιότερόν ἐστι ποιεῖσθαι περὶ πλείονος ἐάσω: τὸ δέ, εἰ μὴ πᾶσι τὰ δοθέντα δικαίως ὑπάρξει, ποτέρους μᾶλλον εἰκὸς ἐπ ἀδήλῳ λαμβάνειν οὐδ αὐτοὺς τούτουσλανθάνει. πάντες γὰρ οἴδασιν ὅσῳ βεβαιότερόν ἐστιν εὐεργεσία δυνάμεως. ἰσχὺν μὲν γὰρ οὐκ ἔστιν ἥντινα οὐκ ἀναιρεῖ χρόνος, εὐεργεσίαν δὲ οὐδεμίαν. ἵν οὖν τὴν ὑπερβολὴν ἐκείνην ἀφῇ τις, ἀληθῆ τρόπον τινὰ οὖσαν, τὸ πρὸς τὴν πόλιν ἀηδέστερον ἔχειν τοὺς οὕτω τιμᾶσθαι ζητοῦντας καὶ τὸ συμβαῖνον εἰς ὕβριν λαμβάνεινκαὶ καταφρόνησιν ἑαυτῶν:

ἀλλὰ τοῦτό γε εἰδέναι φημὶ βεβαίως ὅτι μηδὲ χάριν ὑμῖν μηδεμίαν οἴδασι μηδ οἰόνται τυγχάνειν μηδενός, τὸ γιγνόμενον εἰδότες καὶ τὴν ῥᾳδιουργίαν τὴν ἐν αὐτῷ. πρὸς τοῦ Διός, εἶθ ἃ καὶ τούτων δεχομένων οὐκ εἰκὸς ἦν ἀφαιρεῖσθαι τοὺς ἔμπροσθεν εἰληφότας, ταῦτα ἀφαιρώμεθα τοὺς ἔχοντας οὐδὲ ἑτέροις διδόντες· καὶ μὴν εἴ γε ἐν οἷς ἡ πόλις δοκεῖ τινος δεῖσθαι, τὴν δαπάνην μόνον ὀψόμεθα καὶ τὸ πῶς ἂν εὐχερέστατα γένοιτο, μηθὲν ἄλλο ἐξετάζοντες, τί κωλύει μὴ μόνον ταύτην ὑπάρχειν ἐν ἑτοίμῳ τὴν δωρεάν, ἀλλὰ κἂν ἄλλο τι θέλητε χαρίσασθαί τινι, γῆν, ἀργύριον, οἰκίαν, τοὺς ἔχοντας ἀφαιρουμένους·

ἢ τί δεῖ πόρους ζητεῖν καὶ τὰ κοινὰ ἀναλίσκειν, ὅταν ᾖ καιρὸς ἢ τεῖχος ἐπισκευάζειν ἢ ναῦς, ἀλλὰ μὴ τὰ τοῦ δεῖνος λαβεῖν ἢ τῶν πολιτῶν τινος ἢ τῶν ἐνοικούντων παρ ὑμῖν· ἀλλὰ νὴ Δία βοήσονται καὶ δεινὰ φήσουσι πάσχειν. οὐκοῦν ἐξέσται δήπουθεν μὴ προσέχειν αὐτοῖς. καὶ γὰρ εἰ νῦν εἰσιν, ἐφ οὓσἂν ἔλθοιεν ὑμῶν ταῦτα ποιούντων, πρότερόν γε οὐκ ἦν ἕτερος οὐδεὶς τοῦ δήμου κυριώτερος.

ἆρ οὖν οἱ τότε ὄντες οὕτω προσεφέροντο τοῖς κατὰ μέρος· πόθεν· οἳ τοῦτο πάντων ἡγοῦντο χαλεπώτατον, καὶ τοῖς θεοῖς ἐπεύχοντο μηδέποτε συμβῆναι τοιοῦτον καιρόν, ἐν ᾧ δεήσει κατ ἄνδρα ἕκαστον ἀπὸ τῶν ἰδίων εἰσενεγκεῖν: καὶ τὸ τοιοῦτον σπανίως ποτὲ παρ ὑμῖν γενέσθαι φασίν, οὐδὲ ἐν ἅπασι τοῖς πολέμοις, ἀλλ εἴ ποτε ἐσχάτως ἡ πόλις ἐκινδύνευσεν. ἴσως οὖν ἐρεῖ τις ὡς οἵ γε ἀνδριάντες τῆς πόλεώς εἰσιν.

καὶ γὰρ ἡ χώρα τῆς πόλεως, ἀλλ οὐθὲν ἧττον τῶν κεκτημένων ἕκαστος κύριός ἐστι τῶν ἑαυτοῦ. καὶ κοινῇ μὲν ἐὰν πυνθάνηταί τις τίνος ἐστὶν ἡ νῆσος ἢ τίνος ἡ Καρία, φήσουσι Ῥοδίων. ἐὰν δὲ ἄλλως ἐρωτᾷς, τουτὶ τὸ χωρίον ἢ τόνδε τὸν ἀγρόν, δῆλον ὅτι πεύσῃ τοῦ δεσπότου τὸ ὄνομα.

οὕτως καὶ τὰς εἰκόνας ἁπλῶς μὲν πάσας Ῥοδίων εἶναι λέγουσιν, ἰδίᾳ δὲ ἑκάστην τοῦ δεῖνος ἢ τοῦ δεῖνος, ᾧ ἄν ποτε ᾖ δεδομένη. καίτοι τὰ μὲν χωρία καὶ τὰς οἰκίας καὶ τἄλλα κτήματα οὐκ ἂν εἰδείης ὧν ἐστιν, εἰ μὴ πυθόμενος: ἡ δὲ εἰκὼν ἐπιγέγραπται, καὶ οὐ μόνον τὸ ὄνομα, ἀλλὰ καὶ τὸν χαρακτῆρα σῴζει τοῦ λαβόντος, ὥστ εὐθὺς εἶναι προσελθόντα εἰδέναι τίνος ἐστίν. λέγω δὲ ἐφ ὧν ἔτι μένει τἀληθές.

καὶ μὴν τό γε ἐν κοινῷ κεῖσθαι γελοιότατόν ἐστιν, εἴ τις ἄρα σημεῖον ἡγεῖται τοῦ μὴ τῶν εἰληφότων αὐτὰς ὑπάρχειν, ἀλλὰ τῆς πόλεως. οὕτω μὲν γὰρ ἐξέσται. λέγειν καὶ τὰ ἐν μέσῳ τῆς ἀγορᾶς πιπρασκόμενα τοῦ δήμου εἶναι, καὶ τὰ πλοῖα δήπουθεν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ τῆς πόλεως, ἐπείπερ ἐν τοῖς λιμέσιν ἕστηκεν. ὅ τοίνυν ἤκουσά τινος ὑπὲρ τούτου λέγοντος ὡς ἰσχυρότατον, οὐκ ἂν ἀποκρυψαίμην, ὅτι δημοσίᾳ τοὺς ἀνδριάντας ἀπεγράψασθε ὑμεῖς. τί οὖν τοῦτό ἐστιν· καὶ γὰρ τὴν ἄντικρυς χώραν καὶ Κάρπαθον ταύτην καὶ , ἑτέρας νήσους καὶ καθόλου πολλὰ ἔστιν εὑρεῖν, ἃ κοινῇ μὲν ἀπεγράψατο ἡ πόλις, διῄρηται δὲ εἰς τοὺς κατὰ μέρος. ὅλως δὲ οὐκ εἰ μὴ τοῦτον τὸν τρόπον ἕκαστος τὴν εἰκόνα ἔχει τῶν τιμηθέντων, καθάπερ ἂν ἄλλο τι κτησάμενος, διὰ τοῦτο ἂν ἔλαττον αὐτῷ προσήκειν λέγοιτο ἢ μηδὲν ἀδικεῖσθαι διδόντων ὑμῶν ἑτέρῳ τὴν ἐκείνου.

μυρίους γὰρ εὑρήσετε τρόπους, καθ οὓς ἑκάστου τί φαμεν εἶναι, καὶ πλεῖστον διαφέροντας, οἱο῀ν ἱερωσύνην, ἀρχήν, γάμον, πολιτείαν: ὧν οὔτε ἀποδόσθαι τι ἔξεστι τοῖς ἔχουσιν οὔτε ὅπως ἄν τις ἐθέλῃ χρῆσθαι. κοινὸν δ οὖν ἐπὶ πᾶσιν ὡρ´ισται δίκαιον, τὸ πάνθ ὅσα δικαίως τις ἔλαβεν, ἄν τε καθάπαξ τύχῃ λαβὼν ἄν τε εἴς τινα χρόνον, καθάπερ οἶμαι τὰς ἀρχάς, βεβαίως ἔχειν καὶ μηδένα ἀφαιρεῖσθαι.

πῶς οὖν δικαιότερον ἔστιν ὁτιοῦν ἔχειν ἢ εἴ τις ἀνὴρ ἀγαθὸς γενόμενος καὶ χάριτος ἄξιος ἀντὶ πολλῶν καὶ καλῶν τύχοι τιμῆς·

ἢ παρὰ τίνος κυριωτέρου καὶ μείζονος ἢ παρὰ τοῦ Ῥοδίων δήμου καὶ τῆς ὑμετέρας πόλεως· καὶ γὰρ τοῦτο οὐ σμικρόν ἐστι, τὸ μὴ Καλυμνίους εἶναιτοὺς δεδωκότας ἢ τοὺς κακοβούλους τούτους Καυνίους. ὥσπερ ἐπὶ τῶν ἰδιωτικῶν, ὅσῳ τις ἂν κρείττω καὶ πιστότερον δεικνύῃ, παρ οὗ τυγχάνει τι κτησάμενος, τοσούτῳ κρατεῖ καὶ οὐδεὶς ἂν ἀμφισβητήσειεν αὐτῷ. καίτοι πᾶσα πόλις, ἣν ἂν εἴπῃ τις, ἑνὸς ἀνδρὸς ἰδιώτου, κἂν ὁ σεμνότατος ᾖ, πιστοτέρα τῷ παντὶ καὶ κρείττων,καὶ τὰ κοινῇ γιγνόμενα τῶν κατ ἰδίαν πραττομένων ἰσχυρότερα. σκοπεῖτε δὲ ὅτι πάντες ἡγοῦνται κυριώτερα ταῦτα ἔχειν, ὅσα ἂν δημοσίᾳ συμβάλωσι διὰ τῶν τῆς πόλεως γραμμάτων:

καὶ οὐκ ἔνι λυθῆναι τῶν οὕτω διῳκημένων οὐδέν, οὔτ εἴ τις ὠνήσαιτο παρά του χωρίον ἢ πλοῖον ἢ ἀνδράποδον, οὔτ εἴ τῳ δανείσειεν, οὔτἂν οἰκέτην ἀφῇ τις ἐλεύθερον οὔτ ἂν δῷ τινα δωρεάν. τί δήποτ οὖν συμβέβηκε ταῦτ εἶναι βεβαιότερα τῶν ἄλλων· ὅτι τὴν πόλιν μάρτυρα ἐποιήσατο τοῦ πράγματος ὁ τοῦτον τὸν τρόπον οἰκονομήσας τι τῶν ἑαυτοῦ. πρὸς τοῦ Διός, εἶθ ὧν μὲν ἄν τις παρ ἰδιώτου τύχῃ διὰ τῆς πόλεως, οὐκ ἔστιν ὅπως ἀφαιρεθήσεται τούτων:

ἃδέ τις εἴληφεν οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ τοῦ δήμου δεδωκότος, οὐκ ἔσται βέβαια· καὶ τὸ μὲν ὑπ ἄλλων γενόμενον τοῦτον τὸν τρόπον οὐ λυθήσεται διὰ τὴν πόλιν: ἃ δ ἡ πόλις αὐτὴ πεποίηκε, ῥᾳδίως οὕτως ἀνελεῖ· καὶ ταῦτα οὐχ ὡς ἔδωκεν, ὁμοίως ἀφαιρουμένη κατὰ κοινόν, ἀλλ ἑνὸς ἀνδρός, ἂν τύχῃ στρατηγῶν, ἐξουσίαν ἔχοντος τοῦτο ποιεῖν· καὶ μὴν καὶ γράμματά ἐστιν ἐν κοινῷ περὶ τούτων, ὑπὲρ ὧν ἔφην.

τὰ γὰρ ψηφίσματα γέγραπται δήπουθεν τὰ τῶν τιμῶν καὶ δημοσίᾳ μένει τὸν ἅπαντα χρόνον. τὸ μὲν γὰρ ἀποδοῦναι χάριν οὕτως ἀκριβῶς γίγνεται παρ ὑμῖν, τὸ δ ἀφελέσθαι τοὺς εἰληφότας πάνυ ῥᾳδίως. εἶτα τὸ μὲν οὐχ οἱό῀ν τε γενέσθαι δίχα ψηφίσματος, ἁπάντων ὑμῶν πεισθέντων, τὸ δὲ ἔθει τινὶ συμβαίνει, κἂν ἑνὶ δόξῃ μόνον· πλὴν ὅ γε ἔφην ὅτι δημοσίᾳ ταῦτα ἀναγέγραπται, καὶ οὐ μόνον ἐν τοῖς ψηφίσμασιν, ἀλλὰ καὶ ἐπ αὐτῶν τῶν εἰκόνων, τό τε ὄνομα τοῦ τιμηθέντος καὶ τὸ δεδωκέναι τὸν δῆμον, καὶ τούτων πάλιν ἐν τῷ δημοσίῳ κειμένων.

ὅτι τοίνυν οὐθέν ἐστι τὸ τῆς ἀπογραφῆς οὐδὲ τὸ ἐν κοινῷ κεῖσθαι πρὸς τὸ μὴ τῶν εἰληφότων εἶναι τοὺς ἀνδριάντας πάλαι μὲν ἴσως ὑπάρχει δῆλον:

ἀλλ ὥστε μηδ ἐπιχειρῆσαι μηδένα ἀντειπεῖν, ἐκεῖνο ὑμῖν ἐρῶ. ἴστε που τοὺς Ἐφεσίους, ὅτι πολλὰ χρήματα παρ αὐτοῖς ἐστι, τὰ μὲν ἰδιωτῶν, ἀποκείμενα ἐν τῷ νεῲ τῆς Ἀρτέμιδος, οὐκ Ἐφεσίων μόνον, ἀλλὰ καὶ ξένων καὶ τῶν ὁπόθεν δήποτε ἀνθρώπων, τὰ δὲ καὶ δήμων καὶ βασιλέων, ἃ τιθέασι πάντες οἱ τιθέντες ἀσφαλείας χάριν, οὐδενὸς οὐδεπώποτε τολμήσαντος ἀδικῆσαι τὸν τόπον, καίτοι καὶ πολέμων ἤδη μυρίων γεγονότων καὶ πολλάκις ἁλούσης τῆς πόλεως. οὐκοῦν ὅτι μὲν ἐν κοινῷ κεῖται τὰ χρήματα δῆλόν ἐστιν: ἀλλὰ καὶ δημοσίᾳ κατὰ τὰς ἀπογραφὰς ἔθος αὐτὰ τοῖς Ἐφεσίοις ἀπογράφεσθαι. τί οὖν·

ἆρά γε καὶ λαμβάνουσιν ἐξ αὐτῶν, ὅταν ᾖ χρεία τις, ἢ δανείζονται γοῦν, ὃ τάχα δόξει μηδὲν εἶναι δεινόν· ἀλλ οἶμαι πρότερον ἂν περιέλοιεν τὸν κόσμον τῆς θεοῦ πρὶν ἢ τούτων ἅψασθαι. καίτοι τοὺς Ἐφεσίους οὐκ ἂν εἴποιτε εὐπορωτέρους αὑτῶν. τοὐναντίον γὰρ ὑμεῖς μὲν καὶ πρότερον ἦτε πλουσιώτατοι τῶν Ἑλλήνων καὶ νῦν ἔτι μᾶλλόν ἐστε: ἐκείνους δὲ πολλῶν ἔστιν ἰδεῖν καταδεέστερον πράττοντας. μὴ τοίνυν εἰ ἐκεῖνα μὲν ἔστιν ἀνελέσθαι τοῖς θεῖσι, τῆς εἰκόνος δὲ οὐθεὶς οὕτως ἐστὶ τῆς ἑαυτοῦ κύριος, καὶ τὸ πρᾶγμα ἀνόμοιον ἡγήσησθε:

τὸ γὰρ μὴ πάντ εὐθὺς τῆς πόλεως εἶναι τὰ ἐν κοινῷ κείμενα καὶ δημοσίας ἀπογραφῆς τυχόντα δεῖξαι βουλόμενος ὡς τύπῳ κατὰ τοῦτο ἐχρησάμην. τὸ μέντοι μηθένα πρὸς ἄλλο τι τὴν εἰκόνα ἔχειν ἢ τὸ ἑστάναι παρ ὑμῖν, ᾧ μόνῳ διαφέρουσιν οὗτοι τοι τῶν ἐκεῖ τὰ χρήματα τιθέντων, ἔτι μᾶλλον ὑπὲρ αὐτῶν ἐστιν. ἃ γὰρ μηδὲ τοῖς λαβοῦσιν ἔξεστιν ἀνελεῖν, ἦπου γε τοῖς δεδωκόσιν ἐξεῖναι προσήκει·

καθόλου δὲ ἄλλως ἔγωγε φιλονικεῖν ἐοίκα πρὸς τὸν εἰπόντα δὴ ὡς τῆς πόλεως πάντες εἰσὶν οἱ ἀνδριάντες.

ἐπεὶ τοῦτό γε οὐθέν ἐστι σημεῖον ὡς οὐκ ἔστιν ἄτοπον τὸ γιγνόμενον. τὰ γοῦν ἐν τοῖς ἱεροῖς ἀναθήματα, ἃ κατασκευάσασα ἡπόλις ἐκ τῶν ἰδίων ἀνατέθεικεν, οὐκ ἂν οὐδεὶς ἀμφισβητήσειεν ὡς οὐ δημόσιά ἐστιν. ἆρ οὖν οὐχὶ δεινόν, εἰ καταχρησόμεθα τούτοις πρὸς ἄλλο τι· νὴ Δία, ταῦτα γάρ ἐστιν ἀναθήματα. αἱ δ εἰκόνες τιμαί: κἀκεῖνα δέδοται τοῖς θεοῖς, ταῦτα δὲ τοῖς ἀγαθοῖς ἀνδράσιν, οἵπερ εἰσὶν ἔγγιστα αὐτῶν. καίτοι καὶ θεοφιλεῖς ἅπαντες οἱχρηστοὶ λέγονται καὶ εἰσίν. εἶτα ἡμᾶς μὲν οὐχ ὁ τῶν κτημάτων τι τῶν ἡμετέρων ἀφαιρούμενος, ἀλλ ἂν τοὺς φίλους βλάπτῃ τις τοὺς ἡμετέρους ἀδικεῖ τῷ παντὶ πλέον: τοὺς δέ γε θεοὺς φήσομεν, ὡς ἐοίκε, τῶν φίλων μᾶλλον ὀλιγωρεῖν ἢ τῶν κτημάτων·

ἀλλὰ πάντα μὲν προσήκει βεβαίως ἔχειν τοὺς κτησαμένους,καὶ ταῦτα ἐν δημοκρατίᾳ καὶ παρ ὑμῖν, οἳ μέγιστον φρονεῖτε ἐπὶ τῷ νομίμως καὶ δικαίως διοικεῖν τὰ παρ ἑαυτοῖς, μάλιστα δὲ οἶμαι τὰς τιμὰς καὶ τὰς χάριτας: οὐ μόνον, ἐπειδὴ τὰ μὲν ἄλλα καὶ φαῦλος ὤν τις ἂν ἔχοι, χρήματα, οἰκίας, ἀνδράποδα, χώρας, ταῦτα δὲ μόνοις ὑπάρχει τοῖς ἐπιεικέσιν: ἀλλὰ καὶ δι ἐκεῖνο, ὅτι ταῦταμὲν ἔστι κεκτῆσθαι καὶ δι ἑτέρου τρόπου, κληρονομήσαντα ἢ πριάμενον: τῶν δὲ τοιούτων διὰ μόνης ἀρετῆς ἐστιν ἡ κτῆσις.

καὶ μὴν ὧν γέ τις τὴν τιμὴν κατέβαλε τοῖς κυρίοις, οὐδ ἀμφισβητεῖ δήπουθεν οὐδεὶς ὡς οὐ δικαιόν ἐστιν ἐᾶν ἔχειν αὐτόν, τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν πλείονα ᾖ δεδωκώς. οὐκοῦν ἅπαντες οὗτοι δεδώκασιτιμὴν ἕκαστος τῆς εἰκόνος τῆς ἑαυτοῦ, καὶ ταύτην οὐδὲ μετρίαν, οἱ μὲν στρατηγίας λαμπρὰς ὑπὲρ τῆς πόλεως, οἱ δὲ πρεσβείας, οἱ δὲ καὶ τρόπαια ἀπὸ τῶν πολεμίων, οἱ δέ τινες καὶ χρήματα ἴσως, οὐ μὰ Δία χιλίας δραχμὰς οὐδὲ πεντακοσίας, ὅσων ἔστιν εἰκόνα ἀναστῆσαι. τί οὖν·

οὐχὶ νενόμισται παρά γε τοῖς μὴ παντάπασιν ἀδίκοις τὸν ἀποστερούμενόν ὃ γοῦν κατατέθεικε κομίζεσθαι παρὰ τῶν εἰληφότων· ἆρ οὖν ἐθέλοιτ ἂν ἀποδοῦναι τὰς χάριτας, ἀνθ ὧν ἐψηφίσασθε ἐκείνοις τοὺς ἀνδριάντας·

λυσιτελεῖ γοῦν ὑμῖν ἐκτίνουσιν, ἐπειδὴ τὸ λυσιτελὲς οἰόνται δεῖν τινες ὁρᾶν ἐξ ἅπαντος. ἐὰν οὖν ἢ πόλεμον ᾖ τις κατωρθωκώς, ὃν εἰ μὴ συνέβη κατορθῶσαι τοῖς τότε, ἡμεῖς οἱ νῦν οὐκ ἂν εἴχομεν τὴν πόλιν, ἢ τὴν ἐλευθερίαν ἡμῖν κεκομισμένος ἢ τῶν οἰκιστῶν ὑπάρχῃ τις:

οὐ γὰρ ἔχομεν σαφῶς εἰπεῖν τίνες εἰσὶν οἷς συμβέβηκεν ἢ συμβήσεται, τοῦ πράγματος εἰκῇ γιγνομένου καὶ μόνον ἔθει τινί: μὴ δυσχερὲς εἰπεῖν ᾖ τὸ μετὰ ταῦτα ὅτι καὶ τῆς πόλεως αὐτῆς ἀποστῆναι δεήσει βουλομένους γε τὰ δίκαια ποιεῖν. εἰ δὲ δή τις εἰή τι τοιοῦτον δεδωκὼς ὃ μηδὲ βουληθέντας ἀποδοῦναι δυνατόν: μυρίοι δ εἰσὶν οἱ τὰς ψυχὰς προειμένοι ὑπὲρ τῆς πόλεως καὶ τοῦ ζῆν ἐωνημένοι τὴν εἰκόνα καὶ τὴν ἐπιγραφήν, καθάπερ εἶπον καὶ πρότερον: ἆρ οὐ δεινὰ πάσχουσιν· οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐχὶ ἡμεῖς ἐσμεν οἱ ταῦτ εἰληφότες.

πρῶτον μὲν γὰρ ἅπαντα ὀφείλουσι τὰ τῶν προγόνων οὐχ ἧττον αὐτῶν ἐκείνων εἰς οὓς ἄν ποτε καθήκῃ τὸ γένος. οὐ γὰρ ἀφίστασθαί γε φήσετε τῆς διαδοχῆς. εἶτα πάνθ ὅσα ἐξ ὧν τότε ἐκείνους τινὲς εὐηργετήκασι καὶ προυθυμοῦντο πάσχοντες ἢ δρῶντες ὑπὲρ αὐτῶν συνήχθη χρήσιμα καὶ μεγάλα, ὑμῖν ἔστι νῦν: ἡ δόξα τῆς πόλεως, τὸ μέγεθος, τὸ χωρὶς μιᾶς αὐτὴν πασῶν τῶν ἄλλων ὑπερέχειν. εἰ τοίνυν, ὅτι παρ ὑμῶν εἰλήφασι, διὰ τοῦτο ἔλαττον ἀδικεῖν οἰέσθε, ἢ εἴ τι τῶν ἄλλως ὑπαρχόντων τινὸς ἀφῃρεῖσθε, τῶν ἄγαν τι φανερῶν ἀγνοεῖτε:

πρῶτον μὲν ὅτι πάντες οἵ τινα ἀποστεροῦντες ὁτιοῦν κἀκεῖνον ἀδικοῦσιν οὐχ ἧττον, παρ οὗ ποτ ἂν τοῦτο εἰληφὼς τύχῃ: οἱο῀ν οἱ τῶν δημοσίων τι καταλύοντνς οἰκοδομημάτων, ὅ τις τῶν καθ ἕνα ἐποίησε χαριζόμενος ὑμῖν, μᾶλλον ἂν δόξειαν τὸν ποιήσαντα ἀδικεῖν ἢ τὴν πόλιν. οὐκοῦν ὁ αὐτὸς λόγος κἂν ἡ πόλις ᾖ τι τῶν ἰδιωτῶν τινι δεδωκυῖα πρὸς τὸν ἀφαιρούμενον τοῦτο.

τοιγαροῦν ὑμεῖς πρὸς ἐκείνοις, ὧν τὰς εἰκόνας ἀνεστήσατε, καὶ τὴν πόλιν οἶμαι τὴν δεδωκυῖαν ἀδικεῖτε, τοῦτ ἔστιν ἑαυτούς. ἀλλ ὁ μὲν εἰς ἄλλον ἁμαρτὼν ὥστε ἑαυτὸν ὠφελῆσαι κακίᾳ μόνον ἐστὶν ἔνοχος τοῖς πολλοῖς:

ὁ δ ἑαυτὸν ἀδικῶν ἐν οἷς ἕτερον τῆς μὲν πονηρίας ὑπερβολήν τινα ἔδειξεν, ἐκ περιττοῦ δὲ ἀνόητος δοκεῖ. πρὸς τούτῳ δ ἂν ἴδοι τις καὶ ἕτερον. ὁ μὲν ἀφαιρούμενος ἁπλῶς ὅ τις ἔχει δικαίως ὅτῳ δήποτε τρόπῳ κτησάμενος κατ αὐτὸ τὸ πρᾶγμα ἁμαρτάνει, φύσει τι ποιῶν ἄτοπον: ὁ δὲ τῶν ὑφ ἑαυτοῦ δεδομένωνἐν μέρει τιμῆς καὶ χάριτός τινα ἀποστερῶν οὐ μόνον τὸ κοινὸν τοῦτο παραβαίνει, καθ ὃ προσήκει μηδένα βλάπτειν, ἀλλὰ καὶ χρηστὸν ἄνδρα ἀδικεῖ, καὶ τοῦτον ὃν ἥκιστα αὐτῷ προσῆκεν. οὐδαμῇ γὰρ ἰδεῖν ἔστι τοῖς φαύλοις τὰς τιμὰς διδομένας οὐδὲ ὑφ ὧν μηδὲν εὖ πεπόνθασιν. ὅσῳ δὴ χεῖρον τὸ τοὺς ἀγαθοὺς ἀφαιρεῖσθαιτιμὰς ἢ τὸ τοὺς ἄλλους καὶ τὸ τοὺς εὐεργέτας βλάπτειν τοῦ τὸν τυχόντα ἀδικεῖν οὐδένα λανθάνει.

καὶ τοίνυν καὶ τοὺς Ἐφεσίους, εἴ τις ἀφέλοι τὸ πρὸς τὴν θεόν, κατ αὐτὸ τοῦτο φαίη τις ἂν ἧττον ἁμαρτάνειν λαβόντας ἀπ ἐκείνων τῶν χρημάτων ἢ τοὺς οὕτω προσφερομένους ταῖς εἰκόσιν, οὐ μόνον διὰ τὰ νῦνεἰρημένα δήπουθεν, ὅτι μηδὲν προσήκοντας ἀνθρώπους ἔμελλον ἀδικεῖν, ὧν τοὺς πολλοὺς οὐδὲ ἔγνωσαν, ἀλλὰ καὶ διὰ τὴν ἀπὸ τοῦ πράγματος αἰτίαν. τοῖς μὲν γὰρ παρακαταθήκην τινὰ μὴ φυλάξασιν οὐδεὶς ἂν οὐδὲν ἔτι τῶν ἑαυτοῦ πιστεύσειεν: τοὺς δὲ ὑβρίζοντας εἰς τοὺς εὐεργέτας οὐδεὶς κρινεῖ χάριτος ἀξίους. ὥσθ ὁ κίνδυνοσὑμῖν μὲν ἐν τῷ μηκέτ εὖ πάσχειν ὑπὸ μηδενός, ἐκείνοις δὲ ἐν τῷ μηκέτι φυλάττειν τὰ ἀλλότρια. βούλομαι τοίνυν ὑμέτερόν τι ἔργον εἰπεῖν οὐ πάλαι μὲν γεγονός, εὐδοκιμοῦν δὲ παρὰ πᾶσιν οὐχ ἧττον τῶν πάνυ παλαιῶν, ἵν εἰδῆτε παραθέντες, εἰ καθόλου τοὺς τοιούτους ἄξιόν ἐστι τοιοῦτόν τι ποιεῖν.

μετὰ γὰρ τὸν συνεχῆ καὶ μακρὸν ἐκεῖνον Ῥωμαίων πόλεμον, ὃν πρὸς ἀλλήλους ἐπολέμησαν, ὅτε ὑμῖν ἀτυχῆσαι συνέβη διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, ἐπειδὴ πέρας εἶχε τὰ δεινὰ καὶ πάντες ᾤοντο σεσῶσθαι, καθάπερ ἐν ταῖς μεγάλαις νόσοις πολλάκις δεινοῦ τινος ἐδέησε βοηθήματος, καὶ τότε ἔδοξε τὰ πράγματα ζητεῖν τοιαύτην ἐπανόρθωσιν. ὅθεν πᾶσιν ἐδόθη τοῖς ἔξωθεν χρεῶν ἄφεσις.

ἀσμένως δὲ αὐτῶν προσεμένων καὶ τὸ πρᾶγμα δωρεὰν ἡγησαμένων, μόνοι τῶν ἄλλων ὑμεῖς οὐκ ἐδέξασθε, καίτοι τῆς ἁλώσεως ὑμῖν, ὅπερ ἔφην, ἄρτι γεγενημένης καὶ τῶν πολεμίων ἐν τῇ πόλει τὰς οἰκίας μόνον εἰακότων:

ἀλλ ὅμως δεινὸν ὑμῖν ἔδοξε τὸ ἐν ὁποίῳ δήποτε καιρῷ παραβῆναί τι τῶν δικαίων καὶ διὰ τὰς συμφορὰς τὰς καταλαβούσας ἔτι καὶ τὴν πίστιν ἀνελεῖν τῆν παρ αὑτοῖς: καὶ τἄλλα πάντα Ῥωμαίοις παραχωροῦντες οὐκ ἠξιώσατε καθ ἓν τοῦτο παραχωρῆσαι, τὸ μηδὲν αἰσχρὸν αἱρεῖσθαι κέρδους ἕνεκα. ὧν γὰρ οἶμαι τὴν ἐκείνων πόλιν ἑωρᾶτε μὴ δεηθεῖσαν δἰ ἀρετὴν ἅμα καὶ εὐτυχίαν, τούτου τὴν ὑμετέραν ἀπεφήνατε μὴ δεομένην διὰ μόνην τὴν ἀρετὴν.

οὐ τοίνυν φήσετε ἔλαττον, ὦ ἄνδρες Ῥόδιοι, τὴν χάριν ὀφείλεσθαι τοῖς εὖ πεποιηκόσιν ἢ τοῖς συμβαλοῦσι τὸ χρέος. εἶτα τὸ μὲν μὴ ἑκόντας ἐκτίνειν τὰ ὀφειλόμενα δεινὸν ὑμῖν ἔδοξε, τὸ δὲ ἀποδόντας ἀφαιρεῖσθαι μέτριον. οὐ γὰρ δὴ τὸ μετὰ πάντων ἀσχημονεῖν τοῦ μόνους αἴσχιον ὑπειλήφατε. καίτοι τοσαύτης μεταβολῆς καθ ὃν εἴρηκα καιρὸν γενομένης καὶ περὶ πάντα συγχύσεως, τά γε δοθέντα ὑπῆρχε βεβαίως ἔχειν τοῖς προειληφόσι, καὶ οὐδεὶς ἐτόλμησεν εἰσπράττειν τοὺς ἤδη τι κεκομισμένους. τότε τοῖς ἄλλοις, καὶ ταῦτα ἐπταικότες, νῦν εὐτυχοῦντες πράττετε ὃ μηδὲ ἐκείνων τότε μηδὲ εἷς.

καίτοι τὸ μὲν τῶν χρεῶν γεγονὸς εὑρ´οι τις ἂν καὶ ἐν ἄλλῳ χρόνῳ καὶ Σόλωνα λέγεται παρὰ Ἀθηναίοις ποτὲ ποιῆσαι.

δίχα γὰρ τοῦ πολλάκις ἀναγκαίως αὐτὸ συμβαίνειν ἐκ τῆς ἀπορίας τῶν δεδανεισμένων ἔσθ ὅτε οὐδὲ ἀδίκως γίγνεται διὰ τὸ μέγεθος τῶν τόκων, ὅταν τινὲς πολλάκις ὦσιν ἐν τούτοις τὰ ἀρχαῖα κεκομισμένοι. τὸ δὲ τὰς χάριτας τὰς ἀντὶ τῶν εὐεργεσιῶν ἀποστερεῖσθαι τοὺς εἰληφότας οὔτε ἀφορμὴν οὐδεμίαν δύναται παρασχεῖν εὔλογον οὔτε εἰσηγήσατο οὐδεὶς πώποτε, ἀλλὰ μόνου τούτου σχεδὸν ἁπάντων οὐδέποτε καιρὸς γέγονε. καὶ μὴν δύο ταῦτα ὁμοίως τῆς μεγίστης φυλακῆς ἐν τοῖς νόμοις ἠξίωται καὶ ἀρᾶς καὶ ἐπιτιμίων τῶν ἐσχάτων, ἐάν τις εἰσάγῃ χρεῶν ἀποκοπὰς ἢ ὡς τὴν γῆν ἀναδάσασθαι προσήκει.

τούτων τοίνυν τὸ μὲν παρ ὑμῖν οὐ γέγονε: τὸ δὲ λοιπόν, ὃ μηδ ὅλως ἴσμεν εἴ ποτεσυνέβη, σκέψασθε παραθέντες τῷ νῦν ἐξεταζομένῳ πράγματι. τῆς μέν γε χώρας ἄνωθεν διαιρουμένης τοῦτο ἂν εἰή δεινότατον, τὸ ἐξ ἴσου γίγνεσθαι τὸν ἔχοντα πρότερον τῷ μὴ κεκτημένῳ: τῆς δὲ εἰκόνος ἑτέρῳ δοθείσης οὐδαμῶς ἴσος ἐστὶν ὁ ἀφαιρεθεὶς τῷ λαβόντι. ὁ μὲν γὰρ τέτευχεν, εἴπερ ἄρα, τῆς τιμῆς, τῷ δὲ οὐθὲν περίεστι. φέρε τοίνυν, εἴ τις ἔροιτο τὸν στρατηγὸν ὑμῶν ἐφεστῶτα καὶ κελεύοντα ἐκχαράττειν τὴν ἐπιγραφήν, ἕτερον δ ἐγγράφειν, τί ἐστι τὸ γιγνόμενον·

ἦ νὴ Δία πέφηνέ τι δεινὸν εἰργασμένος τὴν πόλιν τοσούτοις ἔτεσιν ὕστερον οὗτος ἁνήρ· πρὸς τοῦ Διὸς οὐκ ἂν ὑμῖν δοκεῖ διατραπῆναι, καὶ ταῦτα ἐὰν ᾖ μέτριος· ἐγὼ μὲν γὰρ οἶμαικαὶ τὸν τεχνίτην ἐρυθριάσειν. εἰ δὲ δὴ παῖδες ἢ συγγενεῖς τινες παρατύχοιεν τἀνδρὸς ἐκείνου, πόσα οἰέσθε ἀφήσειν αὐτοὺς δάκρυα, ἐπειδὰν ἄρξηταί τις ἀφανίζειν τὸ ὄνομα· οὐμενοῦν:

ἀλλὰ ἐνστήσονται πάντες εἰς ὑμᾶς παριόντες, εἰς τὸν δῆμον βοῶντες. ἆρ οὖν, οὐδ ἂν τοιοῦτον συμβῇ, κωλύσετε οὐδὲ ἐπιστραφήσεσθε· ἐγὼμὲν οὐδὲν ἂν τοιοῦτον περὶ ὑμῶν ὑπολάβοιμι, μᾶλλον δὲ καὶ νῦν φημι λανθάνειν αὐτὸ γιγνόμενον, ἀλλ οὐκ ἐάσετε γνόντες: οὐκοῦν νῦν γε ἐπίστασθε δήπουθεν τὸ πρᾶγμα ὅλον, ὥστε καθάπαξ κωλῦσαι προσήκει.

νὴ Δία, ἀλλ οὐχ ὅμοιόν ἐστι, πολλῶν ὄντων οἷς μηδεὶς προσήκεικαὶ τοῦ πράγματος συμβαίνοντος ἐπ οὐδενὶ τῶν γνωρίμων. ἐγὼ δ ὅτι μὲν οὐκ εἴ τινες ἀγνοοῦσι προσήκοντας ἑαυτοῖς ἐνίους τούτων, ὅπερ εἰκός, διὰ τοῦτο ἔλαττον ἀδικοῦνται τῶν προγόνων ἀτιμαζομένων, ἀφίημι:

χαλεπώτερον δὲ ἄλλως εἶναί μοι δοκεῖ τὸ γιγνόμενον εἰς ἐκείνους, οἷς μηδὲ ἔστιν οἰκεῖος μηδὲ εἷς ἔτι. καὶ γὰρ τῶν ζώντων δοκεῖ δεινότερον εἶναι τούτους ἀδικεῖν οἷς μηδὲ εἷς ἔστιν ὁ βοηθῶν ἔτι. ἐπεὶ κατά γε τοῦτο λεγέτωσαν μηδὲν εἶναι χαλεπὸν μηδὲ τὸ τοὺς ὀρφανοὺς βλάπτειν τοὺς παντάπασιν ἐρήμους, οἳ μήτε ἑαυτοῖς ἀμύνειν δύνανται μήτε ἄλλον ἔχουσι τὸν κηδόμενον. ἀλλὰ ὑμεῖς τοὐναντίον καὶ μᾶλλον ἐπὶ τούτοις ἀγανακτεῖτε καὶ δημοσίᾳ καθίστασθε ἐπιτρόπους, ὅπως μηδὲν ἀδικῶνται. καθόλου δὲ πάντων ὧν μέλλουσιν ἐρεῖν λόγων οὐδενὸς ἔχοντος ἐπιεικὲς οὐδέν, ὁ τοιοῦτός ἐστιν ἀτοπώτατος, ὡς ἄρα οὐδενὸς ἅπτονται τῶν γνωρίμων ἀνδριάντων οὐδὲ οὓς ἐπίσταταί τις ὧν εἰσιν, ἀλλὰ ἀσήμοις τισὶ καὶ σφόδρα παλαιοῖς καταχρῶνται.

καθάπερ εἴ τις λέγοι μηδένα τῶν ἐπιφανῶν ἀδικεῖν πολιτῶν, ἀλλὰ τοὺς δημοτικοὺς καὶ οὓς μηδεὶς οἶδεν. καίτοι μὰ τὸν Δία οὐχ ὅμοιον. ἐν μὲν γὰρ τοῖς ζῶσι καὶ δι εὐγένειαν καὶ δι ἀρετὴν ἄλλος ἄλλου φανερώτερός ἐστι, καὶ διὰ πλοῦτον τοῦτο συμβαίνει καὶ δι ἑτέρας προφάσεις ἀξιολόγους: ἐπὶ δὲ τῶν εἰκόνων μὴ τοὐναντίον λέγοι τις ἂν ὥς εἰσιν αὗται βελτιόνων ἀνδρῶν. οὐ γὰρ δἰ ἀγένειαν ἢ κακίαν τινὰ οὐκ ἐπιστάμεθα αὐτούς, οἵ γε τῶν αὐτῶν τοῖς λαμπροτάτοις τετεύχασιν, ἀλλὰ διὰ μῆκος χρόνου τοῦτο γέγονεν. ὅσῳ τοίνυν τοὺς πρότερον ἀεὶ τῶν ἐπιγιγνομένων πάντες ἡγοῦνται φύσει κρείττους, καὶ πάλαι τὸ τυχεῖν τινας τούτου σπανιώτερον ὑπῆρχε, τοσούτῳ περὶ ἀμείνους ἄνδρας καὶ μειζόνων ἀγαθῶν αἰτίους ὁμολογοῦσιν ἁμαρτάνειν.

ὅτι δ ἀληθῆ ταῦτα ἀμφότερα δῆλον.

τούς τε γὰρ σφόδρα ἀρχαίους ἡμιθέους ὄντας ἐπιστάμεθα καὶ τοὺς μετ αὐτοὺς οὐ πολὺ ἐκείνων χείρονας: ἔπειτα τοὺς ἐφεξῆς ἐλάττονας ἀεὶ κατὰ τὸν χρόνον, καὶ τέλος τοὺς νῦν ὁποίους ἡμᾶς αὐτοὺς οἴδαμεν. καὶ πρότερον μὲν οὐδὲ τοῖς ἀποθνῄσκουσι πᾶσιν ὑπὲρ τῆς πόλεως ἦν ἑστάναι χαλκοῖς, ἀλλ εἰ μή τις ὑπερφυᾶ καὶ θαυμαστὰ πράξειε: νῦν δὲ τοὺς καταπλέοντας τιμῶμεν, ὥστ, εἴπερ ἄρα, τοὺς ὕστερον μᾶλλον καὶ τοὺς ἔγγιστα νῦν ἀνακειμένους μεταποιητέον. οὐδὲ γὰρ ἐκεῖνο ἀγνοεῖτε δήπουθεν ὅτι πάντες οἱ νοῦν ἔχοντες τοὺς παλαιοὺς τῶν φίλων μᾶλλον ἀγαπῶσι καὶ περὶ πλείονος ποιοῦνται τῶν δι ὀλίγου γεγονότων, καὶ τούς γε πατρικοὺς τῷ παντὶ πλέον ἢ τοὺς ὑφ αὑτῶν ἐγνωσμένους.

οἱ μὲν γὰρ τὰ πρὸς τούτους παραβαίνοντες μόνους αὐτοὺς ἀδικοῦσιν: οἱ δὲ τῶν πρὸς ἐκείνους τι λύοντες καὶ τῶν κτησαμένων αὐτοὺς ὀλιγωροῦσιν. καθόλου δέ, ὥσπερ ὅταν τῶν ζώντων τις ἐξετάζηται παρ ὑμῖν, ὃν αὐτοὶ μὴ σφόδρα οἴδατε ἢ παντάπασιν ἀγνοεῖτε, τοῖς ἐπισταμένοις αὐτοὺς προσέχετε καὶ τίθεσθε τὴν ψῆφον κατὰ τοὺς μάρτυρας, ἄλλως τε ἂν ὦσιν οὗτοι μὴ πονηροί, ταὐτὸ καὶ νῦν ποιήσατε:

ἐπεὶ καὶ περὶ ἀνδρῶν ὁ λόγος ἐστίν,οὕς φασι μηδένα εἰδέναι τῶν ζώντων: παρὰ τῶν ἐγνωκότων αὐτοὺς μάθετε. οἱ τοίνυν τότε ὄντες καὶ σαφέστατα ἐκείνους εἰδότες εὐεργέτας ἡγοῦντο τῆς πόλεως καὶ τῶν μεγίστων ἠξίουν. οἷς οὐ θεμιτὸν ὑμᾶς ἀπιστεῖν, ὑμετέροις γε οὖσι προγόνοις, οὐδὲ φῆσαι πονηρούς. οὐ τοίνυν οὐδὲ τοιοῦτον οὐδὲν ἔστιν εἰπεῖν, ὡς κατὰπολὺν χρόνον ἐσχήκασι τὰς τιμάς:

οὐ γὰρ ἔσθ ὅπως δείξουσι πλείονα ἐκείνους χρόνον τιμωμένους ὑπὸ τῆς πόλεως ἢ τὴν πόλιν ὑπ αὐτῶν εὖ πεπονθυῖαν. ὥσπερ οὖν ὁ χρέος πάλαι μὲν ὀφείλων, πάλαι δὲ ἀποδούς, οὐθὲν πλέον τι πεποίηκε τοῦ νῦν ἀποδιδόντος ὅ, τι εἴληφεν, ὁμοίως οὐδ εἴ τις πάνυ πρὸ πολλοῦ τινα ἠμείψατο τότε εὖ παθών. ἄλλως τε εἰ μὲν ἀτέλειαν ἢ χρήματα ἢ γῆν ἢ τοιοῦτόν τι δεδωκότες ἀφῃρεῖσθε, μᾶλλον ἂν ἴσως ἠδικοῦντο οἱ μετὰ ταῦτα εἰληφότες: ὁ γὰρ χρόνον τινὰ κατασχὼν τὰ τοιαῦτα ὠφέληταί τι καὶ προείληφεν:

ἐπὶ δὲ τῆς τιμῆς οὐδέν ἐστι τοιοῦτον. οἱ μὲν γάρ εἰσιν εὐπορώτεροι καὶ τὸν ἄλλον χρόνον: ἃ γὰρ ἐκτήσαντο ἀπὸ τούτων ἔχουσιν: τοῖς δὲ τοὐναντίον ἀτιμοτέροις ὑπάρχει γεγονέναι. ὅπου μὲν γὰρ ἐλάττων ἡ ζημία τοῖς πολὺν χρόνον καρπωσαμένοις, ὅπου δὲ ἡ ἀτιμία μείζων τοῖς σφόδρα παλαιᾶς τιμῆς ἀφαιρουμένοις. ὅτι τοίνυν οὐδὲ ἀσεβείας ἀπήλλακται τὸ γιγνόμενον μάλιστα, ὃν οὗτοί φασι τρόπον, κἂν ὑπερβολῆς ἕνεκα δόξω τισὶ λέγειν, οὐχ, ὡς πρότερον εἶπον, ὅτι πάντα ἁπλῶς ἀσεβήματά ἐστι τὰ περὶ τοὺς τεθνεῶτας γιγνόμενα, ἀλλὰ ὅτι καὶ πάντες ἡρ´ωας νομίζουσι τοὺς σφόδρα παλαιοὺς ἄνδρας, κἂν μηδὲν ἐξαίρετον ἔχωσι, δι αὐτὸν οἶμαι τὸν χρόνον.

τοὺς δὲ δὴ σεμνοὺς οὕτως καὶ τῶν μεγίστων ἠξιωμένους, ὧν ἔνιοι καὶ τελετὰς ἐσχήκασιν ἡρώων, τοὺς τοσαῦτα ἔτη κειμένους, ὥστε καὶ τὴν μνήμην ἐπιλελοιπέναι, πῶς ἔνι τῆς αὐτῆς τυγχάνειν προσηγορίας ἧς οἱ τεθνηκότες ἐφ ἡμῶν ἢ μικρὸν ἔμπροσθεν, ἄλλως δὲ μηδενὸς ἄξιοι φανέντες· καὶ μὴν τά γε εἰς τοὺς ἡρ´ωας ἀσεβήματα οὐδ ἂν ἀμφισβητήσειεν οὐδεὶς ὡς οὐχὶ τὴν αὐτὴν ἔχει τάξιν ἣν τὰ περὶ τοὺς θεούς.

τί οὖν· οὐκ ἀδίκημά ἐστι τὸ τὴν μνήμην ἀναιρεῖν· τὸ τὴν τιμὴν ἀφαιρεῖσθαι· τὸ ἐκκόπτειν τὸ ὄνομα· δεινόν γε καὶ σχέτλιον, ὦ Ζεῦ. ἀλλ ἐὰν μὲν στέφανόν τις ἀφέλῃ τὸν μίαν ἴσως ἢ δευτέραν μενοῦντα ἡμέραν, ἢ κηλῖδά τινα τῷ χαλκῷ προσβάλῃ, τοῦτον ἡγήσεσθε ἀσεβεῖν: τὸν δὲ ὅλως ἀφανίζοντα καὶ μετατιθέντα καὶ καταλύοντα τὴν δόξαν οὐδὲν ποιεῖν ἄτοπον· ἀλλ ἐὰν μὲν δοράτιον ἐξέλῃ τις ἐκ τῆς χειρὸς ἢ κράνους ἀπορρήξῃ τὸν λόφον ἢ τὴν ἀσπίδα τοῦ βραχίονος ἢ χαλινὸν ἵππου, τῷ δημοσίῳ τοῦτον εὐθὺς παραδώσετε, καὶ τὴν αὐτὴν ὑπομενεῖ τιμωρίαν τοῖς ἱεροσύλοις, ὥσπερ ἀμέλει καὶ πολλοὶ τεθνήκασι διὰ τοιαύτας αἰτίας, καὶ πλέον οὐδὲν λέγουσιν αὐτοῖς ὅτι τῶν ἀνωνύμων τινὰ καὶ σφόδρα παλαιῶν ἐλωβήσαντο εἰκόνων:

δημοσίᾳ δὲ ἡ πόλις τῷ παντὶ χείρων καὶ φαυλοτέρα φανεῖται περὶ τοὺς ἡρ´ωας·

καὶ τοίνυν ἐὰν εἴπῃ τις εἰσελθὼν ὅτι πεφώραταί τις ξένος ἢ καὶ πολίτης ἢ χεῖρα ἢ δάκτυλον ἀφαιρῶν ἀνδριάντος, βοήσεσθε καὶ παραχρῆμα ἐπιθεῖναι κελεύσετε ἐπὶ τὸν τροχόν.

καίτοι χειρὸς μὲν ἀφαιρεθείσης ἢ δόρατος ἢ φιάλης, ἐὰν τύχῃ κρατῶν, ἡ τιμὴ μένει καὶ τὸ σύμβολον ἔχει τῆς ἀρετῆς ὁ τιμηθείς, ὁ δὲ χαλκὸς μόνος ἐλάττων γέγονεν: τῆς δὲ ἐπιγραφῆς ἀνῃρημένης ἀνῄρηται δήπουθεν ἡ μαρτυρία καὶ τὸ δοκεῖν ἄξιον ἐπαίνου γεγονέναι τὸν ἄνθρωπον. βούλομαι τοίνυν, ὅπερ Ἀθήνησι μὲν οἶδα γιγνόμενον, οἶμαι δὲ κἀνταῦθα γίγνεσθαι κατὰ νόμον πάνυ καλῶς ἔχοντα, εἰπεῖν πρὸς ὑμᾶς.

ἐκεῖ γὰρ ὅταν δημοσίᾳ τινὰ δέῃ τῶν πολιτῶν ἀποθανεῖν ἐπ ἀδικήματι, πρότερον αὐτοῦ τὸ ὄνομαἐξαλείφεται. τίνος ἕνεκα· ἑνὸς μέν, ὅπως μηκέτι δοκῶν πολίτης εἶναι πάσχῃ τι τοιοῦτον, ἀλλ ὡς δυνατὸν ἀλλότριος γεγονώς: εἶτ οἶμαι καὶ τῆς τιμωρίας αὐτῆς τοῦτο μέρος οὐκ ἐλάχιστον δοκεῖ, τὸ μηδὲ τὴν προσηγορίαν ἔτι φαίνεσθαι τοῦ προελθόντος εἰς τοῦτο κακίας, ἀλλ ἠφανίσθαι παντελῶς, καθάπερ οἶμαι τὸ μὴ θάπτεσθαιτοὺς προδότας, ὅπως μηδὲν ᾖ σημεῖον εἰς αὖθις ἀνδρὸς πονηροῦ.

φέρε οὖν, ἐὰν εἴπῃ τις ἐπὶ τοῖς εὐεργέταις τοῦτο γίγνεσθαι παρ ὑμῖν, ὃ παρὰ πολλοῖς ἔθος ἐστὶν ἐπὶ τοῖς κακούργοις, ἆρ οὐ σφόδρα ἀλγήσετε· μὴ τοίνυν ἀχθεσθῆτε τῷ νῦν αὐτὸ δοκοῦντι εἰρηκέναι: τοῦ γὰρ μηκέτι μηδ ἀεὶ λέγεσθαι γένοιτ ἂν ὑμῖν αἴτιος. καὶ μὴν ἐάν τις ἓν μόνον ἐκχαράξῃ ῥῆμα ἀπὸ στήλης τινός, ἀποκτενεῖτε αὐτόν, οὐκέτι ἐξετάσαντες ὅ, τι ἦν ἢ περὶ τίνος, καὶ εἰ δή τις ἐλθὼν οὗ τὰ δημόσια ὑμῖν γράμματά ἐστι κεραίαν νόμου τινὸς ἢ ψηφίσματος μίαν μόνην συλλαβὴν ἐξαλείψειεν, οὕτως ἕξετε ὥσπερ ἂν εἴ τις ἀπὸ τοῦ ἁρ´ματός τι καθέλοι.

οὐκοῦν ὁ τὴνἐπιγραφὴν ἀναιρῶν εἰκόνος τινὸς ἧττόν τι ποιεῖ τοῦ τὴν στήλην ἀποχαράττοντος· καὶ μὴν ὅλον γε ἐξαλείφει τὸ ψήφισμα, καθ ὃ τὴν τιμὴν ἐκεῖνος ἔλαβε, μᾶλλον δὲ ἄκυρον ποιεῖ γεγραμμένον. ἀλλ εἴ τις καταδικασθεὶς ὑπὲρ ὅτου δήποτε καὶ ζημίαν τινὰ ὀφλών, λαθὼν ἢ διαπραξάμενος ἐξαλείψειεν ἑαυτόν, καταλύειν δόξει τὴνπολιτείαν: ὥστε δεινότερον ὑμῖν δοκεῖ τὸ ζημίας τινὰ ἀπαλλάττειν αὑτὸν τοῦ τιμῆς ἀποστερεῖν ἄλλον. οὐ τοίνυν οὐδὲ ἐκεῖνό ἐστιν ἀφετέον, ἐπείπερ τοὺς λόγους ὡς ἐπ ἀσεβήματι ἐποιησάμην.

ἐπίστασθε γὰρ σαφῶς ὅτι ἅπασα μὲν ἡ πόλις ἐστὶν ἱερά, τῶν δὲ ἀνδριάντων πολλοὺς ἂν εὑρ´οιτε τῶν ἐν αὐτοῖς τοῖς ἱεροῖς ἑστηκότωντοῦτο πεπονθότας. καὶ γὰρ ἀρχαιοτάτους συμβέβηκε τούτους εἶναι καὶ τῶν στρατηγῶν ὃν ἂν ἕκαστος ἐθέλῃ θεραπεύειν, ὡς ὑμῶν τιμώντων, φιλοτιμεῖται τοῦτον ὡς κάλλιστα ἑστάναι. καὶ τί δεῖ λόγων· οἶμαι γὰρ μηθένα ἂν ἀντειπεῖν ὅτι καὶ τῶν οὕτως κειμένων, εἰ καὶ μὴ καθάπερ ἐγὼ νῦν ἔλεγον, οἱ πλείους εἰσὶ μετωνομασμένοι, τινὲς δ οἶμαι καὶ σφόδρα ἐγγὺς παρεστῶτες τοῖς θεοῖς. εἶθ ὅποι μηδὲ τοὺς κακὸν δράσαντας ἐάνπερ καταφύγωσιν ἔθος ἐστὶν ἀδικεῖν, τοὺς εὐεργέτας οὐ δεινὸν ἐὰν φαινώμεθα ἀδικοῦντες·

καὶ τὴν ἀσυλίαν, ἣν παρέχουσι τοῖς φαύλοις οἱ τοιοῦτοι τόποι, μόνοις, ὡς ἐοίκε, τοῖς ἀγαθοῖς οὐ δυνήσονται παρέχειν· ἀλλ ἐὰν μὲν θυμιατήριόν τις ἀλλάξῃ τῶν ἔνδον κειμένων ἢ φιάλην, ἱερόσυλος οὐχ ἧττον νομισθήσεται τῶν ὑφαιρουμένων: ἐὰν δὲ εἰκόνα ἀλλάξῃ καὶ τιμήν, οὐθὲν ἄτοπον ποιεῖ· καίτοι καὶ τοὺς ἀνδριάντας οὐχ ἧττον ἀναθήματα εἴποι τις ἂν εἶναι τῶν θεῶν τοὺς ἐν τοῖς ἱεροῖς:

οἱο῀ν, ὁ δεῖνα ἑαυτὸν ἀνέθηκεν ἢ τὸν πατέρα ἢ τὸν υἱὸν ὅτῳ δήποτε τῶν θεῶν.

ἐὰν οὖν ἀπὸ τῶν ἄλλων ἀναθημάτων ἀφελών τις τοῦ θέντος τὸ ὄνομα ἄλλον ἐπιγράψῃ, μόνον τοῦτον οὐκ ἀσεβεῖν φήσομεν· δἰ ὧν τοίνυν πειράσονταί τινες τὸ πρᾶγμα ἀποφαίνειν ἐπιεικέστερον, τῷ παντὶ χεῖρον ἀποδείξουσιν.

οἱο῀ν ὅταν λέγωσι τοῖς σφόδρα ἀρχαίοις καταχρῆσθαι καί τινας εἶναι καὶ ἀνεπιγράφους. εἰ γὰρ δοίη τις αὐτοῖς οὕτως τοῦτο ἔχειν, οὐκ ἂν εἴποιμι τὸ πρόχειρον ὡς ἄρα ἐγὼ νῦν ὑπὲρ τῶν ἐπιγεγραμμένων ποιοῦμαι τὸν λόγον, ἀλλ οὐδὲ ἐκείνων φημὶ δεῖν ἅπτεσθαι. σκοπεῖτε γάρ, ἄνδρες Ῥόδιοι, τὴν αἰτίαν, δι ἣν εἰκὸς τεθῆναί τινας οὕτως. οὐ γὰρ ἐκλαθέσθαι γε οὐδὲ ὀκνῆσαι τὸν ἱστάντα εἰκὸς οὐδὲ φείσασθαι τῆς εἰς τοῦτο δαπάνης: οὐ γὰρ ἦν οὐδεμία. λοιπὸν οὖν τῶν δύο θάτερον, ἢ τῷ σφόδρα εἶναί τινας μεγάλους καὶ κατ ἀλήθειαν ἡρ´ωας οὐκ ᾤοντο δεῖν ἐπιγράφειν, ὡς ἂν ἅπασι γνωρίμους ὄντας, ἡγούμενοι διὰ τὴν ὑπερβολὴν τῆς τότε οὔσης δόξης εἰς ἅπαντα καὶ τὸν αὖθις χρόνον παραμενεῖν τὸ ὄνομα:

ἢ τινων ἡμιθέων ἢ καὶ θεῶν ὄντας ὕστερον ἀγνοηθῆναι διὰ τὸν χρόνον. τοὺς γὰρ θεοὺς ἐπιγράφειν οὐκ ἔστιν ἔθος: ὡς ἔγωγε οὐκ ἀπελπίζω καὶ τῶν ἄλλων τινὰς εἶναι τοιούτους. ἐν γοῦν Θήβαις Ἀλκαῖος ἀνάκειταί τις, ὅν Ἡρακλέα φασὶν εἶναι, πρότερον οὕτω καλούμενον:

καὶ παρ Ἀθηναίοις Ἑλευσινίου μύστου παιδὸς εἰκὼν οὐκ ἔχουσα ἐπιγραφήν: κἀκεῖνον εἶναι λέγουσιν Ἡρακλέα. καὶ παρ ἑτέροις οἶδα πολλοὺς τοὺς μὲν ἡμιθέων, τοὺς δὲ ἡρώων ἀνδριάντας, οἱο῀ν Ἀχιλλέως,Σαρπηδόνος, Θησέως, διὰ τοῦτο ἀρχῆθεν οὐκ ἐπιγραφέντας: . ἀλλ ἐπ ἐνίων μὲν ἡ δόξα παρέμεινε καὶ διεφύλαξε τὴν φήμην ὁ χρόνος: οὐ μὴν ἐπὶ πάντων συνηνέχθη δι ἣν δήποτ οὖν αἰτίαν. οὐκοῦν καὶ παρ ὑμῖν οὐκ ἀδύνατον εἶναί τινας τοιούτους.

οἱο῀ν οὖν ἐστιν Ἡρακλέουσἢ Τληπολέμου φέρ εἰπεῖν ἢ τῶν Ἡλίου παίδων τινὸς ἀνδριάντα διδόναι τῷ δεῖνι, χρηστῷ μὲν ἀνδρὶ καὶ τιμῆς ἀξίῳ: πάντες γὰρ ἔστωσαν, οὕς ἡ πόλις θεραπεύει, τοιοῦτοι, καὶ δεῖ γε εὔχεσθαι πάντας εἶναι χρηστούς, μάλιστα δὲ τοὺς ἡγουμένους: ἀλλ οὐκ ἐκείνοις ὅμοιοι: πόθεν· οὐδ ἂν αὐτοὶ φήσαιεν ὀλίγον αὐτῶν ἐλάττουσὑπάρχειν, ἀλλὰ κἂν φοβηθεῖεν εἰπεῖν τι τοιοῦτον. ἆρ ὑμῖν ἐκ τῶν εἰρημένων δοκεῖ μᾶλλον ἀπὸ τούτων ἀρχομένους, λέγω δὲ τῶν οὐκ ἐχόντων τὰς ἐπιγραφάς, τὸ πρᾶγμα ἐπὶ πάντας μεταφέρειν, ἢ σφόδρα εἶναι τῶν τοιούτων φειστέον· καίτοι τὸ τῆς ἀγνοίας καὶ τὸ τῆς ἀρχαιότητος ὅμοιόν ἐστινὥσπερ ἂν εἴ τις λέγοι μηδὲ τοὺς τυμβωρυχοῦντας τοὺς σφόδρα παλαιοὺς τάφους μηδὲν ἁμαρτάνειν, ὅτι μηδεὶς αὐτοῖς προσήκει μηδὲ ἴσμεν οἵτινές εἰσιν.

ὁ μὲν οὖν τάφος οὐκ ἔστι σημεῖον ἀρετῆς, ἀλλ εὐπορίας, οὐδὲ ἔχομεν εἰπεῖν τοὺς ἐν τοῖς μνήμασι κειμένους ὡς ἦσαν ἀγαθοί, πλὴν εἰ μή γε δημοσίᾳ τις φαίνοιτοτεθαμμένος . ἡ δὲ εἰκὼν δι ἀνδραγαθίαν δίδοται καὶ διὰ τὸ δόξαι τινὰ πρότερον γενναῖον ὅτι γὰρ οὐδεὶς ἐστάθη τούτων ἁλοὺς κλέπτων οὐδὲ μοιχεύων οὐκ ἄδηλόν ἐστιν οὐδέ γε ἐπὶ τοῖς τυχοῦσιν, ἀλλ ὡς οἱό῀ν τε ἐπὶ τοῖς μεγίστοις. ὅτι τοίνυν καὶ θείας τινὸς δυνάμεως καὶ προνοίας, ὡς ἂν εἴποι τις, οἱ τοιοῦτοι μετέχουσιν ἐπ ἀνδριάντος τι βούλομαι γεγονὸς εἰπεῖν.

Θεαγένης ἦν Θάσιος ἀθλητής: οὗτος ἐδόκει ῥώμῃ διενεγκεῖν τῶν καθ αὑτόν, καὶ δὴ σὺν ἑτέροις πολλοῖς καὶ τὸν Ὀλυμπίασι τρὶς εἰλήφει στέφανον. ὡς δ ἐπαύσατο καὶ ἧκεν εἰς τὴν πατρίδα, λοιπὸν τοῦ σώματος παρακμάσαντος ἦν ἀνὴρ οὐδενὸς χείρων περὶ τὰ κοινά, ἀλλ ὡς οἱό῀ν τε ἄριστος. ἐντεῦθεν, ὅπερ εἰκός, εἰς ἔχθραν τινὶ προῆλθε τῶν πολιτευομένων. ὁ δὲ ζῶντι μὲν ἐφθόνει μόνον, τελευτήσαντος δὲ πρᾶγμα πάντων ἀνοητότατον καὶ ἀσεβέστατον ἐποίει:

τὸν γὰρ ἀνδριάντα αὐτοῦ τὸν ἑστῶτα ἐν μέσῃ τῇ πόλει νύκτωρ ἐμαστίγου. τοιγαροῦν εἴτε ἀπὸ τύχης εἴτε δαιμονίου τινὸς νεμεσήσαντος αὐτῷ κινηθείς ποτε ἐκ τῆς βάσεως ἠκολούθησεν ἅμα τῇ μάστιγι καὶ κτείνει τὸν ἄνδρα. νόμου δὲ ὄντος καταποντίζειν κρίναντας, ἐάν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινά, οἱ τοῦ τεθνεῶτος προσήκοντες αἱροῦσι δίκῃ τὸν ἀνδριάντα καὶ κατεπόντωσαν. λοιμοῦ δὲ συμβάντος, ὥς φασι, χαλεπωτάτου, καὶ τῶν Θασίων οὐδενὶ τρόπῳ λῆξαι δυναμένων τῆς νόσου, καὶ τελευταῖον χρωμένων, τοὺς φυγάδας αὐτοῖς ἀνεῖπε κατάγειν ὁ θεός.

ὡς δὲ πλέον οὐδὲν ἦν ἁπάντων κατεληλυθότων, χρωμένοις αὖθις λέγεται τὴν Πυθίαν οὕτως ἀνειπεῖν: Θεαγένους δ ἐλάθεσθε ἐνὶ ψαμάθοισι πεσόντος: κεῖθ ὑμῖν ὁ πρὶν μυριάεθλος ἀνήρ. ᾧ καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον οὐχὶ τῶν φυγάδων ἕνεκα τοῦτο ἐχρήσθη καὶ τὸ συμβὰν οὐχ δι ἄλλην τινὰ αἰτίαν ἐγένετο. καὶ μηδεὶς ἐκεῖνο ὑπολάβῃ:

τί οὖν· ἡμεῖς τοὺς ἀνδριάντας ἀφανίζομεν ἢ ῥιπτοῦμεν· ἀλλ ἀτιμάζετε ἐκείνους ὧν εἰσι καὶ ἀφαιρεῖσθε τοὺς ἔχοντας, ὅπερ καὶ τότε δεινὸν ἔδοξε τῷ θεῷ: ἐπεὶ τοῦ χαλκοῦ οὐκ εἰκὸς ἦν φροντίσαι αὐτόν. μὴ τοίνυν τοῦ Θασίου μὲν ἡγεῖσθε ὑβρισθέντος οὕτως ἀγανακτῆσαι τὸ δαιμόνιον, τῶν δὲ παρ ὑμῖν τετιμημένων μηδένα θεοφιλῆ εἶναι μηδὲ ἡρ´ωα. οὐ τοίνυν οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὡς οὐκ ἂν καὶ πρὸς ἔχθραν ὑπ ἐνίων τοῦτο γένοιτο, ἐὰν ἄρα τύχῃ τις τῶν στρατηγούντων μισῶν τινα τῶν πρὸ αὐτοῦ.

τὸ γοῦν τοῦ Θεαγένους ἀκηκόατε ὡς συνέβη διὰ τὸν φθόνον καὶ τὴν ζηλοτυπίαν τὴν ἐκ τῆς πολιτείας. καὶ γὰρ εὶ νῦν ἐπὶ μόνοις τοῖς παλαιοῖς αὐτό φασι ποιεῖν, χρόνου γε προϊόντος, ὥσπερ ἐπὶ πάντων ἀεὶ συμβαίνει τῶν φαύλων ἐθῶν, ἀνάγκη καὶ τοῦτ ἐπὶ πλέον προελθεῖν.

οὐδὲ γὰρ οὐδ αἰτιάσασθαι οἱό῀ν τε, ἐπαὐτῷ γε ὅλου τοῦ πράγματος ὄντος. νὴ Δί , ἀλλὰ κωλύσουσιν οἱ προσήκοντες. ἐὰν οὖν ἀπόντες ἢ ἀγνοήσαντες τύχωσιν, ὅταν γνῶσι, τί ποιήσομεν· ἆρά γε δεήσει τοῦτον ἐκχαράττειν πάλιν, ὃν ἂν φθάνῃ τις ἐπιγράψας· πάνυ τοίνυν ὄντος ἀτόπου τοῦ γιγνομένου, μᾶλλον δὲ ἀσεβοῦς,ἧττον ἂν δεινὸν ἦν, εἰ μὴ διὰ τοιαύτην πρόφασιν συνέβαινε, δι οἱάν τινές φασιν, ὡς ἀπολογούμενοι περὶ τῆς πόλεως.

τὸ γὰρ δι ἀργύριον πράττειν ὁτιοῦν τῶν ἄλλως αἰσχρῶν ἅπαντες αἴσχιον ἡγοῦνται τοῦ καθ ἑτέραν τινὰ αἰτίαν. ὅταν οὖν προβαλλόμενοι τὴν δαπάνην καὶ τὸ δεῖν ἀναλίσκειν εἰ ποιήσεσθε ἑτέρους ἀνδριάντας,ἀξιῶσι παραπέμπειν τὸ πρᾶγμα, δῆλον ὅτι μεῖζον τὸ ὄνειδος κατασκευάζουσιν, εἰ χρημάτων ἕνεκα δόξετε ἀδικεῖν, καὶ ταῦτα πλουτοῦντες, ὡς οὐδένες ἄλλοι τῶν Ἑλλήνων. καίτοι τί δήποτε ἐπὶ μὲν τῶν προγόνων ὑμῶν οὐθὲν ἐγίγνετο τοιοῦτον, οὐκ ἐχόντων αὐτῶν πλείονα ἢ νῦν ἔχετε ὑμεῖς·

ὅτ῾; ; ᾿γὰροὔθ ἡ νῆσος χείρων γέγονε καὶ τὴν Καρίαν καρποῦσθε καὶ μέρος τι τῆς Λυκίας καὶ πόλεις ὑποφόρους κέκτησθε, καὶ χρήματα ἀεὶ πολλὰ ὑπὸ πολλῶν ἀνατίθεται τῷ δήμῳ καὶ τῶν πρότερον οὐδεὶς ἀφῄρηται, μηθένα νομίζετε ἀγνοεῖν. καὶ μὴν οὐδὲ δαπανᾶν φήσετε τῶν τότε μᾶλλον.

τότε μὲν γὰρ εἰς πάνθ. ὅσα καὶ νῦν ἀνηλίσκετο,πανηγύρεις, πομπάς, ἱερουργίας, εἰς τὰ τείχη, τοῖς δικάζουσι, τῇ βουλῇ. νῦν δὲ οὐκ ἔστι τὰ μέγιστα τῶν πρότερον. τὰς γὰρ εἰς τὸν πόλεμον δαπάνας σχεδόν τι συνεχῶς αὐτῶν πολεμούντων καὶ σπάνιον, εἴ ποτε, ἀναπαυομένων, οὐκ ἔνι συμβάλλειν οἶμαι τοῖς ἐν εἰρήνῃ γιγνομένοις ἀναλώμασιν. οὐ γὰρ ὅμοιον ἑκατὸν νεῶν ἢ καὶ πλειόνων στόλον ἀποστεῖλαι καὶ πάλιν ἑβδομήκοντα καὶ τριάκοντα ἑτέρων, καὶ τοῦτον ἔσθ ὅτε μὴ καταλύειν τριῶν ἢ τεττάρων ἐτῶν:

οὐδὲ συνεχῶς τριήρεσι πλεῖν, οὐ μέχρι Κύπρου καὶ Κιλικίας, ἀλλ ὁτὲ μὲν εἰς Αἴγυπτον, ὁτὲ δὲ εἰς τὸν Εὔξεινον, τὸ δὲ τελευταῖον ἐν αὐτῷ τῷ Ὠκεανῷ:

οὐδὲ ξένους στρατιώτας τρέφειν τὰ φρούρια καὶ τὴν χώραν φυλάττοντας: καὶ ὃ νῦν ἐφ ἡμῶν ἰδεῖν ἔστι, μιᾷ καθ ἕκαστον ἐνιαυτὸν ἢ δυσὶν ἀφράκτοις ἀπαντᾶν εἰς Κόρινθον. καὶ λέγω ταῦτα οὐκ ὀνειδίζων οὐδὲ τῶν προγόνων ὑμᾶς χείρονας ποιῶν:

οὐ γὰρ ὅτι μὴ δύνασθε ταὐτὰ πράττειν ἐκείνοις, ἀλλ ὅτι καιρὸς οὐκ ἔστι τῶν τοιούτων, ἐν εἰρήνῃ διάγετε. δῆλον γὰρ ὡς κἀκεῖνοι μᾶλλον ἐβούλοντο μὴ κινδυνεύειν, καὶ διὰ τοῦτο ἐπόνουν, ἵνα καταστῇ ποτε τὰ πράγματα, πλὴν ὅτι γε οὐκ ἴσα ὑμῖν ἀνήλισκον. ἵνα γὰρ τἄλλα ἀφῇ τις, τὸ τῶν νεωρίων, τὸ τῶν ὅπλων, τὸ τῶν μηχανημάτων, ὃ νῦν εἶπον, αὐτὸ δήπου τὸ τῶν τειχῶν οὐκ ἔστιν ὅμοιον, ὡς ἐφ ὑμῶν ἐπισκευάζεται. καὶ γὰρ ἂν τὰ τῆς ἐπιμελείας θῇ τις μὴ διαφέρειν, ἀλλά τοι σχολῇ γίγνεται καὶ κατ ὀλίγον καὶ ὁπηνίκα τις βούλεται: τότε δὲ οὐκ ἦν αὐτὰ μὴ ἑστάναι. καὶ νῦν μὲν ὑφ ὑμῶν δοκιμασθησόμενα οἰκοδομεῖται, τότε δὲ ὑπὸ τῶν πολεμίων. εἰε῀ν:

οὐ τοίνυν οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὡς πλείονας τιμᾶτε: τὸ γὰρ πλῆθος αὐτὸ δηλοῖ τῶν ἐξ ἐκείνου τοῦ χρόνου κειμένων ἀνδριάντων. χωρὶς δὲ τούτου τίς ἂν εἴποι πλείους εἶναι τοὺς νῦν φιλοτιμουμένους περὶ τὴν πόλιν· νὴ Δία, ἀνάγκην γὰρ ἡμεῖς ἔχομεν τοὺς ἡγεμόνας τιμᾶν ἅπαντας. τί δ· οὐχὶ καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ Βυζάντιοι καὶ Μυτιληναῖοι τοὺς αὐτοὺς τούτους θεραπεύουσιν· ἀλλ ὅμως ὅταν δόξῃ τινὰ στῆσαι χαλκοῦν, ἱστᾶσι καὶ τῆς εἰς τοῦτο δαπάνης εὐποροῦσιν. καὶ μὴν ἤδη τινὸς ἤκουσα Ῥοδίου λέγοντος, οὐχ ὅμοια τὰ ἐκείνων καὶ τὰ ἡμέτερα.

τοῖς μὲν γὰρ μόνον ὑπάρχειν τὴν ἐλευθερίαν δίχα Ἀθηναίων, καὶ τούτους δὲ μηδὲν μέγα κεκτῆσθαι:

τὴν δὲ ὑμετέραν πόλιν ἐπίφθονον εἶναι παρὰ πᾶσιν, ὡς ἄριστα πράττουσαν: διόπερ αὐτῇ πλειόνων δεῖν τῶν εὐνοούντων. ἔτι δὲ μηδένα τῶν Ῥωμαίων διαφέρεσθαι παρὰ τοῖσδε ἑστάναι, τῆς δέ γε ἐνθάδε τιμῆς οὐκ ἀμελεῖν. ταῦτα δέ ἐστι μὲν ἀληθῆ, μᾶλλον δὲ ὀφείλετε ἀποστῆναι δι αὐτὰ τοῦ πράγματος. τούς τε γὰρ λόγον ἔχοντας τῆς παρ ὑμῖν εἰκόνος εἰκός ἐστι μὴ παραπέμπειν μηδὲ τὸ πῶς αὐτῆς τυγχάνουσιν, ἀλλ ἅμα καὶ τὴν διάνοιαν τὴν ὑμετέραν σκοπεῖν:

τούς τε ἐπίφθονον εἶναι τὴν εὐπορίαν τῆς πόλεως ὁμολογοῦντας οὐκ εἰκὸς ἦν ὑπολογίζεσθαι τὸ τῆς δαπάνης. οὐ γάρ τοι τοσούτῳ διὰ τοῦτο πλείους τιμᾶτε τῶν ἄλλων ὅσῳ πλείονα ἐκείνων κέκτησθε. καὶ μὴν τῶν γε αὐτοκρατόρων καὶ νῦν ποιεῖσθε εἰκόνας, καὶ τῶν ἄλλων δὲ τῶν ἐπ ἀξιώματος. οὐδὲ γὰρ ὑμᾶς λέληθεν ὡς οὐδέν ἐστι τὸ τοῦτον ἵστασθαι τὸν τρόπον. ἵν οὖν τίνας τιμήσητε, λοιπὸν οὕτως αἰσχρὸν καὶ ἀνάξιον ὑμῶν αὐτῶν ἔργον διαπράττεσθε· εἰ μὲν γὰρ ἅπασιν ὁμοίως προσεφέρεσθε δίχα τῶν αὐτοκρατόρων, οὐκ ἂν οὕτως ἠλέγχεσθε.

νῦν δ εἰσὶν οὓς αὐτοὺς ἵστατε: ὥστε τοῖς ἄλλοις εἶναι φανερὸν ἐκ τούτων ὅτι οὐ τιμᾶτε αὐτούς. εἰ δὲ τῶν πολλῶν καὶ τῶν μηδένα ὠφελησάντων εἰσὶν οὗτοι, τίνος χάριν ἀσχημονεῖτε· ἢ τί βουλόμενοι τούτους θεραπεύετε, καὶ ταῦτα ἐνὸν ὑμῖν ἄλλως ἐπιμελεῖσθαι· καὶ γὰρ ξένια πλείω καὶ τὸ τῆς ὑποδοχῆς ἐλευθέριον τοῖς πολλοῖς ἱκανόν, κἂν βελτίων ᾖ τις, ἔτι καὶ ψήφισμα ἤρκεσεν ἁπλοῦν, ᾧ εἰς πρυτανεῖον ἢ εἰς προεδρίαν ἐκλήθη. νυνὶ μὲν γὰρ δοκεῖτε, ὥσπερ οἱ σφόδρα γέμοντες τῶν ναυκλήρων καὶ χειμαζόμενοι διὰ τοῦτο, ἐκβολὴν ποιεῖσθαι τῶν ἀνδριάντων. καίτοι φέρε, εἴ τις ὑμῖν ἔλεγεν ὡς ἄρα ἀποδόσθαι προσήκει τοὺς πολλοὺς αὐτῶν, ἵνα εὐπορήσητε χρημάτων, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἀνδράποδον ἡγήσαισθε εἶναι τὸν λέγοντα.

νῦν τοίνυν αὐτὸ τοῦτο ποιεῖτε:

ὅσου γὰρ ἀνδριὰς γένοιτ ἄν, τοσοῦτον ἐφ ἑκάστῳ κερδαίνετε: πλὴν ὅτι γε αὑτοῖς ἀποδίδοσθε αὐτοὺς καὶ οὐκ ἐπ ἐξαγωγῇ, καθάπερ οἶμαι τὰ σφόδρα πονηρὰ ἀνδράποδα. καθόλου δὲ εὖ ἴστε ὅτι μηδέν ἐστι τῶν τοιούτων μέγα μηδὲ τίμιον ἄλλως, εἰ μὴ παρὰ τοὺς διδόντας, ἐὰν διδῶσιν ὡς τοιοῦτον. εἰ δὲ τῶν ὄντων ὅ,τι ἂν θέλῃ τις ῥᾳδίως καὶ τῷ τυχόντι παρέχοιεν, ταχὺ δόξει τοῦ μηδενὸς ἄξιον. διὰ τοῦτο σεμνότερόν ἐστι τὸ παρ ὑμῖν κληθῆναι εἰς προεδρίαν ἅπαξ τῆς παρ ἑτέροις εἰκόνος.

καὶ τὸ μὲν ὑμᾶς καθημένους ἐπαινέσαι λαμπρόν: ἄλλοι δὲ οὐδὲ ἂν διαρραγῶσι κεκραγότες οὐ δοκοῦσιν ἱκανῶς τιμᾶν. τὸν Ὀλυμπίασι στέφανον ἴστε δήπουθεν ἐλάϊνον ὄντα, καὶ τοῦτον πολλοὶ προτετιμήκασι τοῦ ζῆν, οὐχὶ τῆς ἐκεῖ φυομένης ἐλαίας ἐχούσης τι θαυμαστόν, ἀλλ ὅτι μὴ ῥᾳδίως μηδ ἐπὶ μικρῷ δίδοται. τοιγαροῦν ἔγγιστα , ὡς ἐπίστασθε, τῶν αὐτοκρατόρων τις οὕτω σφόδρα ἡττήθη τοῦ πράγματος καὶ ἐπεθύμησε τῆς ἐκεῖ νίκης ὥστε καὶ ἀγωνίσασθαι παρ Ἠλείοις, καὶ τοῦτον ὁρ´ον ἡγήσασθαι τῆς εὐδαιμονίας. εἰ δέ γε πάντας ἐστεφάνουν τοὺς ἐπὶ τὴν θέαν ἀφικνουμένους τῶν ἡγουμένων, τίνα ἂν ζῆλον ἢ ποίαν ἔτι δόξαν ἔσχεν ὁ στέφανος· ἀλλὰ ἐκείνους γέ φασι μηδὲ τὰς ἐπιστολὰς λύειν, ἃς ἂν γράψωσι τῶν ἀθλητῶν τινα συνιστάντες, πρὶν ἢ ἀγωνίσηται.

καὶ τοῦτο οὐδένα πώποτε αὐτοῖς ἤνεγκε κίνδυνον, ἀλλὰ τοὐναντίον τιμὴν καὶ ἔπαινον τῷ δοκεῖν ἀξίους εἶναι βραβεύειν τὸν ἀγῶνα. μὴ γὰρ οἰέσθε Ῥωμαίους οὕτως εἶναι σκαιοὺς καὶ ἀμαθεῖς ὥστε μηδὲν αἱρεῖσθαι τῶν ὑφ αὑτοῖς ἐλευθέριον εἶναι μηδὲ καλόν κἀγαθόν, ἀλλὰ βούλεσθαι μᾶλλον ἀνδραπόδων κρατεῖν. εἶτα Ἠλεῖοι μὲν οὕτως ἀξιοῦσι τὰ ἑαυτῶν, οὐδενὸς Πελοποννησίων κατά γε τἄλλα ἀμείνους ὄντες:

ὑμεῖς δὲ τοὺς παριόντας δεδοίκατε, κὰν ἕνα τινὰ μὴ στήσητε χαλκοῦν, τὴν ἐλευθερίαν οἰέσθε ἀποβαλεῖν· ἀλλ εἴ γε οὕτω σφόδρα ἐπισφαλής ἐστιν ὥστε ἐκ τῆς τυχούσης προφάσεως περιαιρεθῆναι, δουλεύειν ὑμῖν τῷ παντὶ βέλτιον ἤδη.

καὶ γὰρ τοῖς τὸ σῶμα οὕτως ἐπικινδύνως ἔχουσιν ὥστε μηκέτ ἀνενεγκεῖν τεθνάναι κρεῖττον ἢ ζῆν. εἰ γὰρ ὑμῖν ἡ μὲν ἐκ τοσούτου χρόνου πίστις καὶ πρὸς τὸν δῆμον εὔνοια τὸν ἐκείνων καὶ κοινωνία πάσης τύχης οὐ δύναται βεβαιοῦν τὴν πολιτείαν,οὐδὲ Μιθριδάτης καθαιρεθεὶς οὐδ Ἀντίοχος, οὐδ ἡ τῆς θαλάττης ἀρχὴ παραδοθεῖσα διὰ πολλῶν κινδύνων καὶ πόνων, οὐδ οἱ πρὸ τοσούτων ἐτῶν ὁρ´κοι τῆς φιλίας, οὐδ αἱ παρ αὐτὸν τὸν Δία στῆλαι κείμεναι μέχρι νῦν, οὐδ ἡ μέχρι Ὠκεανοῦ συγκινδυνεύσασα δύναμις, οὐδ ἡ τὸ τελευταῖον ὑπὲρ αὐτῶν ἁλοῦσα πόλις,ἀλλ εἰ μὴ τὸν δεῖνα καὶ τὸν δεῖνα κολακεύσετε ἀγεννῶς, πάντα ταῦτα ἀνατέτραπται, ὡς ἀεὶ προσδοκᾶν ὀργήν τινα ἢ μῖσος, σφόδρα ὑμῖν φαύλως τὰ πράγματα ἔχει καὶ ἐπ οὐδενὸς ἵδρυσθε ἰσχυροῦ.

καὶ ἔγωγε φαίην ἄν, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, κρεῖττον ὑμῶν ἀπαλλάττειν τοὺς ἐν Φρυγίᾳ μέσῃ δουλεύοντας ἢ τοὺς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ. τὸ γὰρ ἀγνοούμενον καὶ μὴ δοκοῦντα μηδενὸς ἄξιον ποιεῖν ὁτιοῦν ἔλαττον αἰσχρόν: τὸ δὲ οὕτως ὄντας ἐπισήμους καὶ θαυμαζομένους παρὰ πᾶσιν ἀνάγκην ἔχειν ὥσπερ τοὺς ἀγεννεῖς κύνας σαίνειν τὸν παριόντα δεινόν.

φέρε τοίνυν, εἰ δὲ καὶ πάντας δέοι τιμᾶν οὕτως καὶ τὴν ἐσχάτηνἀπορίαν θείη τις εἶναι περὶ τὴν πόλιν, πόσῳ κρεῖττον αὐτὸ τὸ ψήφισμα προσπέμψαι τὸ τῆς εἰκόνος, ἵν ἐὰν βούληται, στήσῃ παρ ἑαυτοῦ· νὴ Δί, ἀλλ αἰσχρόν, εἰ τοσαύτην στενοχωρίαν ὁμολογήσομεν, καὶ Ῥοδίων οὐκ ἄξιον.

καὶ τίς οὐκ ἂν εὖ φρονῶν ἕλοιτο πένης δοκεῖν μᾶλλον ἢ πονηρός· ἢ τὸ νυνὶ γιγνόμενον ἧττονὑμῖν δοκεῖ τινος αἰσχρὸν εἶναι, τὸ τοὺς ἀνδριάντας ὑμῶν δύνασθαί τινα διηγεῖσθαι, καθάπερ τὰς οἰκίας, ὅτι πρότερον μὲν ἦν αὕτη τοῦ δεῖνος, νῦν δὲ τοῦ δεῖνος γέγονεν, ἂν δ οὗτος τελευτήσῃ, πάλιν ἔσται τοῦ κληρονομήσαντος ἢ τοῦ πριαμένου· καίτοι τὴν εἰκόνα οὐκ ἔστιν οὐδενὶ δικαίῳ μεταθεῖναι, καθάπερ τὴν οἰκίαν. ἤδη τοίνυν ἤκουσά τι καὶ τοιοῦτόν τινος ἀποσχεδιάζοντος, ὅτι καὶ παρ ἑτέροις ἰδεῖν ἔστι τοῦτο γιγνόμενον:

πάλιν δὲ ἑτέρου, ὡς καὶ παρ Ἀθηναίοις πολλὰ πράττεται νῦν, οἷς οὐκ ἀπεικότως ἄν τις ἐπιπλήξειεν, οὐ περὶ τὰ ἄλλα μόνον, ἀλλὰ καὶ περὶ τὰς τιμάς: οἵ γε τὸν δεῖνα μὲν Ὀλύμπιον κεκλήκασιν οὐδὲ φύσει πολίτην ἑαυτῶν, Φοίνικα δὲ ἄνθρωπον οὐκ ἀπὸ Τύρου καὶ Σιδῶνος, ἀλλ ἀπὸ κώμης τινὸς ἢ τῆς ἠπείρου, καὶ ταῦτα πιττούμενον τοὺς βραχίονας καὶ περιδήματα φοροῦντα: τὸν δεῖνα δὲ τὸν εὐχερῆ λίαν ποιητήν, ὃς καὶ παρ ὑμῖν ποτε ἐπεδείξατο, οὐ μόνον χαλκοῦν ἑστάκασιν, ἀλλὰ καὶ παρὰ Μένανδρον. λέγειν δὲ εἰώθασιν οἱ διασύροντες τὴν πόλιν καὶ τὸ ἐπίγραμμα τὸ ἐπὶ τῆς Νικάνορος εἰκόνος, ὃς αὐτοῖς καὶ τὴν Σαλαμῖνα ἐωνήσατο. ἐγὼ δ εἰ μέν τις ἢ τοῖς Ἀθηναίοις ἐπιτιμῶν λέγει ταῦτα, καὶ δεικνὺς οὐκ ὄντας ἀξίους τοὺς ἐνοικοῦντας τῆς πόλεως οὐδὲ τῆς δόξης, ἣν οἱ πρότερον γενόμενοι κατέλιπον, ἢ καθόλου τὴν Ἑλλάδα ἐλεῶν εἰς ὃ πέπτωκεν, ὅταν τοιαῦτα πράττωσιν οἱ χρόνον τινὰ δόξαντες αὐτῆς προεστάναι, καλῶς αὐτὸν ἡγοῦμαι λέγειν:

εἰ δ ὅτι προσήκει μηδ ὑμᾶς μηδὲν μέγα φρονεῖν μηδ ἐκείνων κρεῖττον, οὐκ ἔχω τὴν ὑπερβολὴν τῆς ἀναισθησίας εἰπεῖν τοῦ ταῦτα λέγοντος. οὐ γὰρ ὃν τρόπον τὰ καλῶς παρ ἑτέροις γιγνόμενα πᾶσιν ἔθος ἐστὶ λέγειν ζήλου καὶ προτροπῆς ἕνεκεν, ὁμοίως κἂν φαῦλόν τι πράττηται παρ ἄλλοις, δεῖ τοῦτο μνημονεύειν, ὥστε μιμεῖσθαι, τοὐναντίον δὲ ὑπὲρ τοῦ φυλάξασθαι καὶ μὴ λαθεῖν εἴς τι τοιοῦτον ἐμπεσόντας.

καὶ γὰρ εἰ μὲν ἐπαινῶν τις ἐκείνους ταῦτα ἔλεγε καὶ μηδὲν χείρονος δόξης ἀποφαίνων ἐπιτυγχάνοντας, ἦν μὲν ἂν δήπουθεν εὐήθης, μᾶλλον δὲ ἀναιδής: πλὴν κατά γε τὴν ἑαυτοῦ γνώμην παρεῖχέ τινα ἀφορμὴν τοῖς ἁμαρτάνειν βουλομένοις. ἐγκωμιαζόντων τὴν πόλιν τοιοῦτον οὐδέν, ἀλλ ἤτοι βλασφημῶν τις ἢ καθαπτόμενος ἄλλως καὶ ἐπιπλήττων, παντελῶς εὐήθης ὁ διὰ τῶν τοιούτων ὑμᾶς προτρέπειν δοκῶν ὥστε ἀμελεῖν τῶν παρ αὑτοῖς.

καθάπερ εἴ τις ἀθλητὴν πείθων ἀπειπεῖν καὶ προέσθαι τὸν στέφανον ἀργυρίου λέγοι πρὸς αὐτόν, Οὐχ ὁρᾷς ἐκεῖνον τὸν παραχωρήσαντα πρὸ σοῦ μαστιγούμενον· ἢ νὴ Δία εἴ τις τῶν ὑποκριτῶν τινι δεικνὺς τοὺς ἐκπίπτοντας καὶ συριττομένους τοιαῦτα παραμυθοῖτο, Ὅπως μηδὲ σὺ προσέξεις, ἀλλ ὁμοίως ἀγωνιεῖ.

καὶ νῦν ὑμῖν σχεδὸν ἐκεῖνοι λέγουσιν, Οὐχ ὁρᾶτε τοὺς Ἀθηναίους ὡς ἀσχημονοῦσιν, ὡς κακῶς ἀκούουσιν, ὡς παράδειγμα πᾶσίν εἰσι τῆς ἀγεννείας καὶ τῆς ὕβρεως, ἣν ὑβρίζουσιν εἰς τὴν πατρίδα· καίτοιπότερον θῇ τις αὐτοὺς ἀνταγωνιστὰς ὑμῶν, ὥσπερ ἀξιοῦσιν, ἢ μᾶλλον, ὃ τῷ παντὶ βέλτιον καὶ δικαιότερον, καὶ τούτους καὶ τοὺς Λακεδαιμονίους καὶ πάντας τοὺς ὁμοίους μέρος ὑμέτερον ἢ ὑμᾶς ἐκείνων·

ἀλλ οὔτε τοὺς ἀνταγωνιστὰς ἁμαρτάνοντας εὔλογόν ἐστι μιμεῖσθαι, τοὐναντίον δὲ τοσούτῳ μᾶλλον κατορθοῦν, ἵνα τῷ παντὶφαίνησθε προέχοντες αὐτῶν, καὶ μὴ μόνον διὰ τὴν ἐκείνων κακίαν, ἀλλὰ καὶ διὰ τὴν αὑτῶν ἀρετὴν εὐδοκιμῆτε: οὔτε τοὺς οἰκείους καὶ προσήκοντας, ἀλλὰ μάλιστα μὲν κωλύειν, εἰ δ οὖν, αὐτούς γε πειρᾶσθαι τοῖς ἑαυτῶν ἔργοις τὰ ἁμαρτήματα ἐκείνων ἐλάττω ποιεῖν. ἔτι δ εἰ μὲν ἐν τοῖς ἄλλοις μηδὲν αὐτῶν διεφέρετε, οὐδὲνἴσως ἔδει καθ ἓν τοῦτο φιλοτιμεῖσθαι καὶ σκοπεῖν ὅπως κρείττους δόξετε.

νῦν δὲ οὐθέν ἐστιν ἐφ ὅτῳ τῶν ἐκεῖ γιγνομένων οὐκ ἂν αἰσχυνθείη τις. οἱο῀ν εὐθὺς τὰ περὶ τοὺς μονομάχους οὕτω σφόδρα ἐζηλώκασι Κορινθίους, μᾶλλον δ ὑπερβεβλήκασι τῇ κακοδαιμονίᾳ κἀκείνους καὶ τοὺς ἄλλους ἅπαντας, ὥστε οἱ Κορίνθιοιμὲν ἔξω τῆς πόλεως θεωροῦσιν ἐν χαράδρᾳ τινί, πλῆθος μὲν δυναμένῳ δέξασθαι τόπῳ, ῥυπαρῷ δὲ ἄλλως καὶ ὅπου μηδεὶς ἂν μηδὲ θάψειε μηδένα τῶν ἐλευθέρων, Ἀθηναῖοι δὲ ἐν τῷ θεάτρῳ θεῶνται τὴν καλὴν ταύτην θέαν ὑπ αὐτὴν τὴν ἀκρόπολιν, οὗ τὸν Διόνυσον ἐπὶ τὴν ὀρχήστραν τιθέασιν: τινα σφάττεσθαι τοῖς θρόνοις, οὗ τὸν ἱεροφάντην καὶ τοὺς ἄλλους ἱερεῖς ἀνάγκη καθίζειν.

καὶ τὸν εἰπόντα περὶ τούτου φιλόσοφον καὶ νουθετήσαντα αὐτοὺς οὐκ ἀπεδέξαντο οὐδὲ ἐπῄνεσαν, ἀλλ οὕτως ἐδυσχέραναν, ὥστε ἐκεῖνον ὄντα μὲν γένει Ῥωμαίων μηδενὸς ὕστερον, δόξαν δὲ τηλικαύτην ἔχοντα ἡλίκης οὐδεὶς ἐκ πάνυ πολλοῦ τετύχηκεν, ὁμολογούμενον δὲ μόνον μάλιστα μετὰ τοὺς ἀρχαίους ἀκολούθως βεβιωκέναι τοῖς λόγοις, καταλιπεῖν τὴν πόλιν καὶ μᾶλλον ἑλέσθαι διατρίβειν ἀλλαχόσε τῆς Ἑλλάδος.

ἀλλ οὐκ ἂν ὑμεῖς, ἄνδρες Ῥόδιοι, τοιοῦτον οὐθὲν ὑπομείναιτε, παρ οἷς νόμος ἐστὶ τὸν δημόσιον μηδέποτε εἰσελθεῖν εἰς τὴν πόλιν. τίνος οὖν ἕνεκα ἐπεμνήσθην·

οὐ μὰ τὸν Δία λοιδορῆσαι βουλόμενος τοὺς Ἀθηναίους: τοὐναντίον γὰρ πᾶσιν ἐλεεῖν αὐτοὺς ἐπέρχεται τοῖς μετρίοις: ἀλλ ὅπως εἰδῆθ ὅτι λοιπὸν ὑμῖν οὐ πρὸς ἐκείνους ἐστὶν ὁ λόγος, ἀλλὰ πρὸς ὑμᾶς αὐτοὺς καὶ τῶν ἄλλων εἴ τις σωφρονεῖ. καίτοι πάντα ὅσα ἂν εἴποι τις κατὰ Ἀθηναίων ἢ κατὰ Λακεδαιμονίων ἢ καθ ὧν δήποτε, παρ οἷς ἄλλα τινὰ φαύλως ἔχει καὶ σφόδρα ὀλιγώρως, ἐμοὶ συναγωνιεῖται: τὸ γὰρ τῶν εἰκόνων οὐκ ἔστι παρ αὐτοῖς ἰδεῖν οὕτω γιγνόμενον: ὥσθ ὅ γε μηδὲ παρ ἐκείνοις ἁμαρτάνεται τοῖς ἐσχάτως ἀπολωλόσι τῶς οὐκ ἂν ὑπερβολήν τινα ἔχοι τῆς ἀτοπίας· ἔτι δὲ μᾶλλον αὐτὰ τὰ περὶ τὰς τιμὰς παρατεθέντα ἀποδείκνυσι τοῦτο.

εἰ γὰρ τὸ τῶν νῦν τινα παραστῆσαι τῶν ἀρχαίων τινὶ δοκεῖ δεινόν, πόσῳ δεινότερον τὸ οὕτως ἀφελέσθαι τινὰ ἐκείνων τῆς τιμῆς, ὥστε ἑτέρῳ δοῦναι· καὶ εἰ τὸ ὄνομα ἐπιγράψαι τινὸς ἄλλῳ τῳ πολὺ ἐλάττονι τηλικαύτην κατάγνωσιν φέρει, τὸ ἐξαλεῖψαι καὶ ἀνελεῖν τὸ τοῦ κρείττονος, ἐὰν οὕτω τύχῃ, ποῖόν τι φαίνεσθαι νομίζετε· καὶ μὴν εἴ τις ὑμᾶς Καυνίοις ἢ Μυνδίοις ὁμοίους εἶναι λέγοι, σφόδρα ὀργιεῖσθε καὶ βλασφημεῖν αὐτὸν ἡγήσεσθε κατὰ τῆς πόλεως: ἔθ ὑμῖν ἀπολογίαν τινὰ φέροι περί τινος τῶν παρ ὑμῖν τὸ καὶ παρ ἐκείνοις αὐτὸ γίγνεσθαι·

καθάπερ εἰ καὶ τὰ τείχη τις οἰοίτο δεῖν λῦσαι τὰ παρ ὑμῖν ἢ καὶ καταπίπτοντα ἐᾶν, ὅτι καὶ παρ ἑτέροις πέπτωκε, μᾶλλον δὲ πᾶσι τοῖς ἄλλοις σχεδόν.

καίτοι τὰ μὲν τείχη διὰ τὴν εἰρήνην καὶ τὴν δουλείαν ἐᾶται παρ αὐτοῖς, ὧν τὸ μὲν ἅπαντες εὔχονται, τὴν εἰρήνην, τὸ δὲ λοιπὸν οὐκ ἔστι κακίας σημεῖον: τὸ δὲ τοῖς παλαιοῖς τῶν εὐεργετῶν οὕτω προσφέρεσθαι δἰ ἀχαριστίαν γίγνεται. φαίην δ ἂν ἔγωγε παρὰ τούτοις μηδὲ εὐεργέτας ἀδικεῖσθαι. τίς γὰρ παρὰ Καυνίοις γέγονε γενναῖος ἀνήρ· ἢ τίς πώποτε ἐκείνους ἀγαθόν τι πεποίηκεν· οἵ γε δουλεύουσιν οὐχ ὑμῖν μόνοις, ἀλλὰ καὶ Ῥωμαίοις, δι ὑπερβολὴν ἀνοίας καὶ μοχθηρίας διπλῆν αὑτοῖς τὴν δουλείαν κατασκευάσαντες. ταῦτα δὲ καὶ περὶ ἄλλων τις ἂν εἴποι τῶν ὁμοδόξων. ἐγὼ δὲ καὶ καθόλου τοὺς τηλικοῦτον ἐφ αὑτοῖς φρονοῦντας ἡλίκον ὑμεῖς δικαίως οὐ πρὸς ἑτέρους ἀποβλέπειν οἰόμαι δεῖν ἐν οἷς πράττουσιν, ἄλλως τε τοὺς τοσοῦτον χείρονας, ἀλλὰ πρὸς τὴνἑαυτῶν δόξαν καὶ τὸ τῆς πόλεως ἀξίωμα.

γελοῖον γὰρ ἂν ἦν, εἰ τῶν ὑμετέρων τις πολιτῶν, Δωριεὺς ἐκεῖνος ἢ Λεωνίδας, οὓς τοσαυτάκις φασὶν Ὀλυμπίασι νικῆσαι, πρὸς ἄλλον τινὰ ὁρῶν ἐγυμνάζετο, καὶ ταῦτά γε μηδέποτε στεφανωθέντα. τοῖς μέντοι Λακεδαιμονίοις ἢ τοῖς Ἀθηναίοις εἰ βούλεσθε ἀντεξετάζεσθαι, συγχωρῶτοῖς τότε οὖσιν, ὅτε αὐτοῖς εἰκότως ἄν τις τῶν ὁμοίων ὑμῖν συνεκρίνετο. καὶ γὰρ τὸν ἀθλητὴν τὸν φιλοτιμούμενον ἔτι καὶ μηδέπω παραχωροῦντα τῆς ἰσχύος οὐ τοὺς νοσοῦντας εὔλογόν ἐστι προκαλεῖσθαι τῶν καθ αὑτὸν ἐνδόξων οὐδὲ τοὺς τεθνεῶτας, ἀλλ εἰ μὲν εἰέ῀ν τινες ἐρρωμένοι, πρὸς ἐκείνους ἀγωνίζεσθαι περὶ τῆσνίκης:

εἰ δὲ μή, τοιοῦτόν τι πρᾶξαι ζητεῖν, ὃ μηδενὸς αὐτὸν ἀσθενέστερον δείξει τῶν πρότερον. ὁ μὲν οὖν ὑγιὴς οὗτός ἐστι περὶ τῶν τοιούτων λόγος. εἰ δὲ ἄρα παρεῖναί τι δεῖ, μήτε πρὸς τοὺς τότε, οἳ ἦσαν κράτιστοι, παραβάλλοντες ἐξετάζετε τὸ πρᾶγμα, μήτε πρὸς τοὺς νῦν, οἳ μηδενὸς τῶν φαυλοτάτων διαφέρουσιν, ἀλλὰ πρὸς τοὺς μέσους αὐτῶν ἢ καὶ τοὺς ἔτι τούτων ἐλάττονας. παρὰ τοίνυν τοῖς Ἀθηναίοις κατὰ Φίλιππον μάλιστα, ὅτε τῆς ἡγεμονίας παρακεχωρήκεσαν, τῆς δ ἐλευθερίας μόνης λοιπὸν ἀντείχοντο, Λεπτίνης τις εἰσήνεγκε νόμον ὡς χρὴ τὰς ἀτελείας ἀφελέσθαι τοὺς ἔχοντας παρὰ τοῦ δήμου, δίχα τῶν ἀφ Ἁρμοδίου καὶ Ἀριστογείτονος,καὶ μηκέτι τὸ λοιπὸν ἐξεῖναι διδόναι μηδενὶ τὴν δωρεὰν ταύτ῾;

; ᾿ν. τί οὖν· ἔσθ ὅπως παρεδέξαντο τὸν νόμον· οὐμενοῦν, ἀλλ ἑάλω γραφῆς. φέρε τοίνυν συμβάλετε τοῦτο τὸ ἔθος ἐκείνῳ τῷ νόμῳ, κἂν μὲν ὑμῖν κατά τι βέλτιον φαίνηται, φυλάξατε αὐτὸ καὶ ποιήσατε ἰσχυρότερον πρὸς τὸ λοιπόν: ὅπερ ἐξ ἀνάγκης γένοιτ ἄν, εἰ μὴ λυθήσεται νῦν:

ἐὰν δὲ πανταχῇ σκοπούμενοι χεῖρον εὑρίσκητε, μιμήσασθε τοὺς κατ ἐκεῖνον τὸν χρόνον Ἀθηναίους καὶ τὸ μᾶλλον ἄτοπον τοῦ τότε λυθέντος ὑπ ἐκείνων καὶ ὑμεῖς νῦν λύσατε. τὸ μὲν οὖν ψευδῆ τὴν πόλιν δεικνύναι καὶ περὶ τὰς δωρεὰς ἄπιστον καὶ τὸ τοὺς εὐεργέτας ἀδικεῖν, ἀφαιρουμένην αὐτῶν τὰς ἀμοιβάς, καὶ πάντα τὰ τοιαῦτα ἐπ ἴσης κοινὰ ἀμφοτέροις πρόσεστιν:

ἀλλ ἐκεῖ μὲν οὐκ ἦν μηδὲν ὠφελῆσθαι τοὺς τὴν ἀτέλειαν ἐσχηκότας: ἃ γὰρ ἐκτήσαντο ἐκ τῆς ἀφέσεως εἰς ἅπαν αὐτοῖς ἔμεινε καὶ τὸν ἄλλον χρόνον ἔμελλον εὐπορώτεροι δι αὐτὴν ἔσεσθαι. τοῖς δέ γε τῆς εἰκόνος ἀφαιρεθεῖσιν ἐκ τοῦ τετιμῆσθαι πρότερον οὐδ ὁτιοῦν περίεστι δίχα γε τῆς ὕβρεως καὶ τῆς ἀτιμίας. πρὸς τούτῳ δὲ ὁ μὲν τιθεὶς τότε τὸν νόμον ἔστιν ὧν κατηγόρει τῶν εἰληφότων τὴν ἀτέλειαν καὶ πονηροὺς ἀπέφαινε τοὺς πλείους, οὐ μόνον ἀναξίους χάριτος:

ὥστε τοῦτ εἶναι τὸ δεινὸν ὅτι μὴ πᾶσιν ἐγκαλῶν πάντας ἀπεστέρει τὰς δωρεάς. ἐνθάδε δὲ οὐδ ἔνεστι τοῖς ἀφελομένοις εἰπεῖν τι κατ ἐκείνων: οὓς γὰρ μηδ ἴσασι, πῶς αὐτοὺς αἰτιᾶσθαι δυνατόν· ἔτι δὲ ὁ μὲν νόμος ἐξαιρέτους τινὰς ἐποίει τούς τὰ μέγιστα δοκοῦντας εὐεργετηκέναι τὴν πόλιν, τοὺς ἀφ Ἁρμοδίου καὶ Ἀριστογείτονος:

ἐνθάδε δὲ οὐδέν ἐστιν ἐξαίρετον. τῷ γὰρ ἀγράφως τὸ πρᾶγμα γίγνεσθαι καὶ μήτε κατὰ νόμον μήτε κατὰ ψήφισμα περὶ οὐδενὸς ὅλως ἀπείρηται, καὶ ἐπὶ παντὶ συμβῆναι δυνατόν ἐστιν, ἐφ ὅτῳ ποτὲ ἂν δόξῃ τῷ στρατηγῷ.

καὶ μὴν ὅ γε νόμος δεινὸν ἐδόκει ποιεῖν ἀφαιρούμενος τοῦ δήμου τὴν ἐξουσίαν, ὥστε μηδὲ τὸ λοιπὸν ἐξεῖναι ψηφίσασθαι τὴν δωρεὰν ταύτην.

καὶ πόσῳ κρεῖττον τὴν ἀρχὴν κωλῦσαί τι διδόναι τὸν δῆμον, εἰ μὴ συνέφερε τῇ πόλει, ἢ καταλιπόντα τὸ χαρίζεσθαι τὸ ἀφαιρεῖσθαι ταῦτα ἐφ ἑνὶ ποιήσασθαι· αἰσχροῦ γὰρ ὄντος, ὡς οὐδ ἂν εἷς ἀντείποι, τοῦ ἀφαιρεῖσθαι τοὺς λαβόντας τι, κατὰ μὲν τὸν νόμον τοῦτο ἅπαξ ἐγίγνετο, κατὰ δὲ τὸ ἔθος ἀεὶ συμβαίνει. καὶ μὴν εἰ δοκεῖ δυσχερὲς τὸ ἀφαιρεῖσθαί τινος ἐξουσίας τὴν πόλιν, καὶ ὑμεῖς ἀφαιρεῖσθε τὴν ἐξουσίαν τοῦ φυλάττειν βέβαια τὰ δοθέντα τοῖς λαβοῦσιν.

ὅτῳγὰρ ἂν ὑμεῖς δῶτε τὴν τιμήν, οὐκέτ ἔστ ἐφ ὑμῖν τὸ ἐᾶν ἔχειν αὐτόν: ἀλλ εἷς ἀνὴρ ἀεὶ τούτου κύριος, ὁ στρατηγῶν. καίτοι χεῖρόν ἐστι τὸ ἔθει μὴ ἐφ ὑμῖν εἶναι τοῦ κατὰ νόμον κεκωλυμένου. οἱ μὲν γὰρ οὐκ ἀφῄρηνται τὴν ἐξουσίαν τούτου τρόπον τινά, ὃ πράττειν ἑαυτοὺς νόμῳ κεκωλύκασιν, ἀλλ ἀπέστησαν ἑκόντες διὰ τὸ συμφέρον. ἐπὶ δὲ τοῦ ἔθους οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὅτι αὑτούς, εἴπερ ἄρα, ἀφῄρηνται τοῦθ ὑπὲρ οὗ μήτε ἔκριναν μήτε ἐβουλεύσαντο.

καὶ μὴν ἐκεῖ γε παραμυθίαν τινὰ ἔσχον τὸ τοῦ πράγματος ἴσον καὶ κοινόν, ἁπάντων ὁμοίως ἀφαιρουμένων τὰς ἀτελείας, παρ ὑμῖν δὲ ὃς ἂν τύχῃ τῆς εἰκόνος ἀφῄρηται καὶ πολλάκισὁ βελτίων. ἔτι δὲ ἐκεῖ μὲν οὐχ ἵνα ἄλλος λάβῃ, τὸν ἔχοντα ἀφῃρεῖτο ὁ νόμος: παρ ὑμῖν δὲ τούτου χάριν γίγνεται, ὃ τῷ παντὶ λυπρότερόν ἐστι τοῦ μόνον ἀποστερεῖσθαι. καὶ μὴν ἐκεῖνό γε οὐδεὶς ἀγνοεῖ δήπουθεν, ὅσῳ δοκεῖ χαλεπώτερον τὸ δι ἄλλον τι πάσχειν τοῦ δι αὑτόν.

οὐκοῦν ἐκ μὲν τοῦ νόμου συνέβαινεν, ἵναμή τινες ἔχωσι τὰς ἀτελείας, περὶ ὧν ὡς ἀναξίων ἔλεγεν, ἀποδοῦναι τοὺς λοιπούς: ἐκ δὲ τοῦ παρ ὑμῖν ἔθους, ἵν ἄλλοι λάβωσι, τοὺς ἔχοντας ἀποστερεῖσθαι γίγνεται.

τῷ παντὶ δὲ τοῦτο τοῖς πάσχουσι βαρύτερον.

εἰ τοίνυν ἐφ ὧν μάλιστα ἀναγκαῖόν ἐστιν, ἐπὶ τούτων βούλοιτό τις ἰδεῖν, τίνας ἀδικεῖ τοῦτο τὸ ἔθος καὶτίνας ἔμελλε λυπήσειν ἐκεῖνος ὁ νόμος, ἀφελὼν τοὺς μὴ μόνον ἔχοντας ἀτέλειαν, ἀλλὰ καὶ τῆς εἰκόνος τετυχηκότας, οὕτω σκοπείτω τοὺς λοιποὺς ἑκατέρων. οὗτοι μὲν γὰρ τρόπον τινὰ οὐδὲ ἔπασχον οὐδέν: ὃ γὰρ εἰλήφεσαν ἐν προσθήκης μέρει, τοῦτο ἀπώλλυον, τῆς μείζονος δωρεᾶς αὐτοῖς τηρουμένης: ἐπὶ δὲ τῶν ἄλλων ἴσος ἂν γένοιτο ὁ λόγος. ἀλλ ἔστι μὲν δῆλον καὶ αὐτόθεν οἶμαι τὸ πρᾶγμα: ὅσῳ γὰρ τὸ τῆς εἰκόνος μεῖζον ἢ τὸ τῆς ἀτελείας, τοσούτῳ κρείττονες οἱ τούτου τυχόντες: ἔτι δ ἂν οὕτω γένοιτό γε ὁ λόγος φανερώτερος: ἡ μὲν γὰρ ἀτέλεια τοὺς λαβόντας εὐπορωτέρους ποιεῖ, καὶ οὗτοι μάλιστα ἐπιθυμοῦσιν αὐτῆς οἵτινες ἂν ὦσι περὶ χρήματα ἐσπουδακότες:

ἡ δὲ εἰκὼν τὸ σεμνὸν μόνον ἔχει καὶ τὸ τῆς τιμῆς. ὅσῳ δὴ πάντες εἴποιμεν ἂν κρείττους τοὺς προῖκα καὶ δόξης μᾶλλον ἕνεκεν αἱρουμένους εὖ τινας ποιεῖν τῶν ἐπ ἀργυρίῳ καὶ διὰ κέρδος, τοσούτῳ φαίην ἂν ἔγωγε οὐ μόνον ἀμείνους ἀνθρώπους ἀδικεῖν τοῦτο τὸ ἔθος, ἀλλὰ καὶ ὑπὸ βελτιόνων ὑμᾶς κωλύειν εὖ πάσχειν ἤπερ ἐκείνους ὁ νόμος. ἀλλ ἔγωγε ἀπορῶ τί δήποτε οὐχὶ καὶ νόμον τίθεσθε ἐπὶ τούτῳ καθ ὃν ἔσται τὸ λοιπόν, εἴπερ ὑμῖν ἀρέσκει.

νὴ Δί, αἰσχύνην γὰρ οὐ μικρὰν ἔχει νόμος τοιοῦτος ἐν τῇ πόλει κείμενος. εἶτα ὃ γράφειν αἰσχρὸν ἡγεῖσθε, τοῦτο ποιεῖν οὐκ αἰσχρόν ἐστι· καὶ πόσῳ κρεῖττον μὴ χρῆσθαί τισι τῶν φαύλως γεγραμμένων ἢ ποιεῖν· ἢ ποτέρους ἂν εἴποιτε βελτίους, τοὺς οὕτως ἔχοντας πρὸς τὰ ἄτοπα, ὥστε ἀπέχεσθαι καὶ δεδομένων, ἢ τοὺς οὐ συγκεχωρημένα πράττοντας·

ἀλλ ἔγωγε φαίην ἄν, ὁμολογουμένου τοῦ μηδαμῶς δεῖν μηδὲν ἄδικον πράττειν μηδὲ ἀπρεπές, παρ οἷς ἂν νόμῳ γίγνηται τὸ τοιοῦτον, ἥττονα ἔχειν κατηγορίαν ἢ παρ οἷς ἂν κατὰ ἔθος.

πρῶτον μὲν γὰρ ὁ νόμος ῥητός ἐστι, καὶ οὐκ ἄν ποτε γένοιτο χείρων: οὐ γὰρ ἔστιν οὔτε ἀφελεῖν οὔτε προσθεῖναι τοῖς γεγραμμένοις: τὸ δέ γε ἔθος, ἂν ᾖ φαῦλον, ἀνάγκη καὶ φαυλότερον ἀεὶ γίγνεσθαι τῷ μὴ κατειλῆφθαι μηδὲ ὡρίσθαι. λέγω δ οἱο῀ν εὐθὺς τοῦτό φασι τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν συντετριμμένων καὶ οὐδὲ ἐφεστώτων ἔτι ταῖς βάσεσι:

τούτοις γὰρ ἀποχρῆσθαι τοὺς στρατηγοὺς ἐπισκευάζοντας καὶ τρόπον τινὰ ἐξ ἀρχῆς ποιοῦντας ἑτέρους, εἶθ, ὅπερ λοιπόν, τοὺς ὑγιεῖς μέν, οὐκ ἔχοντας δὲ ἐπιγραφάς, ἐπιγράφεσθαι: καὶ τὸ λοιπὸν ἤδη καὶ τῶν ἐπιγεγραμμένων τινὰς τῶν σφόδρα παλαιῶν: ἔστω γὰρ ὃ λέγουσιν ἀληθές: εἰς ὕστερον ἀνάγκη μηδεμίαν εἶναι διάκρισιν: καὶ γὰρ ἐπὶ τῶν ἄλλων οὕτως ἔχει, δαπάνης, ἀκοσμίας, τρυφῆς: οὐδέποτε τῶν χειρόνωνἐθῶν οὐθὲν εὑρήσετε ἱστάμενον οὐδὲ διαμένον, ἑώς ἂν παντάπασι κωλυθῇ.

διὰ γὰρ τὸ δέχεσθαι πρόσθεσιν ἀεὶ καὶ τὸ παρὰ μικρὸν ἀνεξέλεγκτον εἶναι καὶ μηδενὶ φαίνεσθαι ῥᾳδίως, ὅσῳ τοῦτο ἐκείνου κάκιον, ἐπὶ πᾶν πρόεισιν, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τινα καὶ τῶν νοσημάτων ὅσα ἐξ ἅπαντος αὔξεσθαι φύσιν ἔχει. πρὸστούτῳ δὲ κἀκεῖνό ἐστιν: οἱ μὲν νόμῳ τι πράττοντες πονηρὸν οὐχ ὡς τοιοῦτον αὐτὸ πράττουσιν, ἀλλὰ ἐξηπατημένοι: τοὺς δὲ ἔθει φαῦλα ποιοῦντας ἅπαντες ἂν φαῖεν εἰδότας ἁμαρτάνειν, ἅ γε μηδ αὐτοῖς ἐπιτήδεια εἶναι γεγράφθαι δοκεῖ. μὴ τοίνυν εἰ πρότερον ἤρξατο καὶ χρόνος πλέων γέγονε, διὰ τοῦτο ἔλαττον ὑμῖν νομίζετε προσήκειναὐτὸ ἀνελεῖν:

οὐδὲν γὰρ ἥττονα αἰσχύνην ὄφλουσιν οἱ φυλάττοντες τὰ τοιαῦτα τῶν παραδεξαμένων, ἀλλὰ τοὐναντίον μᾶλλον ὑπόκεινται τοῖς βουλομένοις αἰτιᾶσθαι. τὸ μέν γε πρῶτον γιγνόμενον οὐδὲ λαθεῖν ἀδύνατον τοὺς τότε, καὶ ταῦτα φυλαττομένων ἔτι τῶν ποιούντων: τὸ δὲ ἐκ πολλοῦ συμβαῖνον ἀνάγκη μηδένα ἀγνοεῖν, ἄλλως τε παντελῶς ἀνῃρημένης ὑμῖν τῆς προφάσεως ταύτης, οἵ γε περὶ αὐτοῦ τούτου κάθησθε κρίνοντες. ὥσπερ οὖν εἰ ἄρξασθαί τινος ἔδει τῶν καλῶν ὑμᾶς, οὐκ ἂν ὠκνεῖτε διὰ τοῦτο, ὁμοίως εὐλόγως ἔχει, κἂν λῦσαί τι τῶν φαύλων δέῃ.

μὴ τοίνυν ὁ χρόνος ὠφελείτω τὸ ἔθος, εἴπερ ἐστὶ μοχθηρόν, ὡς πάλαι νομίζω πεποιηκέναιφανερόν.

οὐ γὰρ εἰ πολὺν χρόνον ἔβλαψεν ὑμᾶς, διὰ τοῦτο οἶμαι προσήκειν αὐτὸ μηδέποτε παύσασθαι βλάπτον. οὐδὲ γὰρ ἄνδρα μοχθηρὸν ἐκ πολλοῦ λαβόντες ἀφήσετε τοῦ χρόνου χάριν οὗ διῆλθε πονηρὸς ὤν. οὐδέ γε εἴ τις νόσον ἰάσασθαι δύναιτο ἐνοχλοῦσαν πάλαι, φείδοιτ ἂν ἐξ ἀρχῆς ὑγιαίνειν. οἶμαι δ ὑμᾶς, εἴ τις θεῶν φανερὸν ὑμῖν ποιήσειε τὸ μέλλον αὖθίς ποτε λυπήσειν τὴν πόλιν, πάντως φυλάξεσθαι τοῦτο, ἐν ὑμῖν γε ὄν:

εἶτα τοῦ μὲν ἑτέρους βλάψοντος οὐκ ἀμελήσετε, ἐπειδὴ μετὰ ταῦτα ἔσται: τὸ δὲ ὑμᾶς αὐτοὺς τὰ μέγιστα ἀδικοῦν ἐάσετε, ὅτι πρότερον ἤρξατο· τουτὶ μὲν οὖν παντελῶς εὐήθες, εἴ τις οἰέται μηδέποτε δεῖν κωλῦσαι τὸ συνήθως μέν, ἀτόπως δὲ γιγνόμενον. ἀξιῶ δ ὑμᾶς ἐκεῖνο ἐνθυμηθῆναι μᾶλλον, ὅτι πολλῶν ὄντων κατὰ τὴν πόλιν, ἐφ οἷς ἅπασιν εὐλόγως σεμνύνεσθε, πρῶτον μὲν τῶν νόμων καὶ τῆς εὐταξίας τῆς περὶ τὴν πολιτείαν, ἐφ οἷς καὶ μάλιστα φιλοτιμεῖσθε, ἔπειτα οἶμαι καὶ τῶν τοιούτων, ἱερῶν, θεάτρων, νεωρίων, τειχῶν, λιμένων:

ὧν τὰ μὲν πλοῦτον ἐμφαίνει καὶ μεγαλοψυχίαν καὶ τὸ μέγεθος τῆς πρότερον δυνάμεως, τὰ δὲ καὶ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν, οὐθενὸς ἧττον ἥδεσθε ἐπὶ τῷ πλήθει τῶν ἀνδριάντων, εἰκότως: οὐ γὰρ μόνον κόσμον φέρει τὸ τοιοῦτον, ὥσπερ ἄλλο τι τῶν ἀναθημάτων, ἀλλὰ καὶ τὴν ἰσχὺν τῆς πόλεως οὐχ ἥκιστα ἐπιδείκνυσι καὶ τὸ ἦθος.

οὔτε γὰρ εὖ πάσχουσιν ὑπὸ πολλῶν οἱ τυχόντες οὔτε θέλουσιν οὔτε ἴσως δύνανται πολλοὺς τιμᾶν.

ἔτι δὲ κἀκεῖνό ἐστιν: οὐ γὰρ μόνον διὰ τοῦτο πλείστους εἶναι παρ ὑμῖν ἀνδριάντας συμβέβηκεν, ἀλλ οἶμαι καὶ διὰ τὸ Ῥωμαίους πολλάκις πανταχόθεν εἰληφότας κατασκευὴν ἱερῶν καὶ βασιλείων μηδέποτε κινῆσαι τῶν παρ ὑμῖν μηδέν: ὅπου καὶ Νέρων, τοσαύτην ἐπιθυμίαν καὶ σπουδὴν περὶ τοῦτο ἔχων, ὥστε μηδὲ τῶν ἐξ Ὀλυμπίας ἀποσχέσθαι μηδὲ τῶν ἐκ Δελφῶν, καίτοι πάντων μάλιστα τιμήσας ταῦτα τὰ ἱερά, ἔτι δὲ τοὺς πλείστους τῶν ἐκ τῆς ἀκροπόλεως Ἀθήνηθεν μετενεγκεῖν καὶ τῶν ἐκ Περγάμου πολλούς, αὐτῷ προσήκοντος ἐκείνου τοῦ τεμένους:

περὶ μὲν γὰρ τῶν παρ ἄλλοις τί δεῖ λέγειν· τοὺς παρὰ μόνοις ὑμῖν εἰάσε, καὶ τοσαύτην ἐπεδείξατο εὔνοιαν καὶ τιμὴν ἅμα πρὸς ὑμᾶς, ὥστε τὴν πόλιν ἅπασαν ἱερωτέραν κρῖναι τῶν πρώτων ἱερῶν. ἴστε γὰρ Ἄκρατον ἐκεῖνον, ὃς τὴν οἰκουμένην σχεδὸν ἅπασαν περιελθὼν τούτου χάριν καὶ μηδὲ κώμην παρεὶς μηδεμίαν, ὡς κἀνθάδε ἧκε.

λυπουμένων δ ὑμῶν, ὅπερ εἰκός, κατὰ θέαν ἔφη παρεῖναι: μηδὲ γὰρ ἔχειν ἐξουσίαν μηδενὸς ἅψασθαι τῶνἐνθάδε. τοιγαροῦν δίχα τοῦ κοινοῦ τῆς ὄψεως κόσμου καὶ δόξαν ὑμῖν ἑτέραν περιποιεῖ τὸ τῶν εἰκόνων πλῆθος. τῆς γὰρ πρὸς τοὺς ἡγουμένους φιλίας καὶ τῆς παρ ἐκείνων ἐντροπῆς ἀπόδειξις φαίνεται ταῦτα. εἶτα Ῥωμαῖοι μὲν καὶ Νέρων οὕτω τὰ παρ ὑμῖν ἐτήρησαν καὶ σεμνὰ ἔκριναν:

ὑμεῖς δὲ οὐ φυλάξετε· καὶ Νέρωνμὲν ὁ τῶν βασιλέων σφοδρότατος καὶ πλεῖστον αὑτῷ διδοὺς καὶ πρὸς ἅπασαν ἐξουσίαν πάντ ἐλάττω νενομικὼς οὐδενὸς ἀφείλετο τὴν εἰκόνα τῶν παρὰ μόνοις Ῥοδίοις τιμηθέντων: αὐτοὶ δ ὑμεῖς ἀφαιρεῖσθε· καὶ πόσῳ κρεῖττον ἦν κἀνθάδε ταὐτὸ γεγονέναι· παρὰ μὲν γὰρ τοῖς ἄλλοις μένει τὰ τῶν τιμηθέντων ὀνόματα καὶ τὰς ἐπιγραφὰς οὐδεὶς ἂν ἀπαλείψειεν: ὑμεῖς δ ὥσπερ κακόν τι πεπονθότες ὑπ αὐτῶν ἐκχαράττετε.

καίτοι φαίη τις ἄν, εἰ καὶ παρὰ τῶν βασιλέων ἀνῃροῦντο, μηδὲ οὕτως ἀδικεῖσθαι τοὺς ἄνδρας.

οὐ γὰρ ὡς δώσοντες ἑτέροις, ἀλλὰ κόσμου δεόμενοι μετέφερον, ὥστ οὐδεὶς ἂν αὐτῶν ἀφῄρει τὸ ὄνομα, οὐδ αὖ χεῖρονἀπήλλαττον ἀντὶ Μεγάρων καὶ Ἐπιδαύρου καὶ τῆς Ἀνδρίων ἢ Μυκονίων ἀγορᾶς ἐν τοῖς Ῥωμαίων ἱεροῖς ἀνακείμενοι. κἂν ταῦτ ἀφῇ τις, βέλτιον ἦν τό γε καθ ὑμᾶς οὕτως αὐτῶν ἠφανίσθαι τὰς τιμάς. οὐδὲν γὰρ ὑπῆρχεν ἁμάρτημα ὑμέτερον, οὐδ αὐτοὶ τοὺς εὐεργέτας ἂν τοὺς ἑαυτῶν ἠδικεῖτε καὶ τοὺς ἡρ´ωας, ἀλλ,εἴπερ ἄρα, συνηδικεῖσθε αὐτοῖς. καὶ μὴν εἴ τις ὑμῶν πύθοιτο, εἰ καὶ δόξει γελοιότερον, τί δήποτε οὔθ ὑμεῖς οὔτ ἄλλος οὐθεὶς πηλίνους ποιεῖσθε τὰς εἰκόνας τῶν κριθέντων ἀξίων εἶναι τῆς δωρεᾶς ταύτης, εὐχερέστερον δήπουθεν ὀ`ν καὶ μηδεμίαν ἤ παντελῶς μικρὰν δαπάνην ἔχον:

φαίητ ἂν οἶμαι: διὰ τὸ ὑβρίζεσθαι διαμένειν, εἰ δυνατόν, εἰς ἀεὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν. νῦν τοίνυν ἐπίστασθε τοὺς ἀνδριάντας ὑμῖν ἅπαντας κηρίνων ὄντας ἀσθενεστέρους. οὐ γὰρ εἰ τὸν ἥλιον φέρουσι, τοῦτο δεῖ σκοπεῖν. ὑπὸ γὰρ τῆς κολακείας τῆς πρὸς ἑτέρους διαφθείρονται, κἂν τῷ δεῖνι δόξῃ καὶ τῷ δεῖνι δι ἡνδήποτ αἰτίαν, οὐκέτ εἰσὶν οἱ πρότερον. πολὺ δὲ χείρων ἡ τοιαύτη διαφθορά. τότε μὲν γὰρ ἠλέγχετ ἂν ἡ τῆς ὕλης ἀσθένεια, νυνὶ δὲ ἡ κακία τῆς πόλεως .

τοιγαροῦν ὁμοίως δίδοτε τοὺς ἀνδριάντας, ὥσπερ οἱ τὰς κόρας ταύτας ὠνούμενοι τοῖς παισίν. καὶ γὰρ ἐκεῖνοι διδόασιν οὕτως, ὥστε μηδὲν λυπεῖσθαι μετ ὀλίγον συντριβέντων. ἆρα ἀγνοεῖτε τὴν προσοῦσαν αἰσχύνην τῷ πράγματι καὶ πόσον γέλωτα ὄφλετε δημοσίᾳ ψευδόμενοι, καὶ ταῦτα φανερῶς οὕτως· ἐν γοῦν τοῖς ψηφίσμασι γράφετε, στῆσαι δὲ εἰκόνα τοῦ δεῖνος.

πῶς, εἴποι τις ἂν ὑμῖν, ἄνδρες Ῥόδιοι, στῆσαι γράφετε τὴν ἑστῶσαν, ἐὰν οὕτω τύχῃ, πρὸ πεντακοσίων ἐτῶν· εἶτα τῶν μὲν γυναικῶν τὰς ὑποβαλλομένας παιδία πονηρὰς κρίνετε καὶ δεινόν τι ποιεῖν ἡγεῖσθε καταψευδομένας:

αὐτοὶ δὲ οὐκ αἰσχύνεσθε τοῦτο ποιοῦντες ἐπὶ τῶν εἰκόνων, καὶ τοὺς ἀνδριάντας, ὧν οὐκ εἰσί, τούτων εἶναι λέγοντες, καὶ ταῦτα οὐκ ὄντες ἀνήκοοι τῶν κατὰ τῆς πόλεως σκωμμάτων· φασὶ γοῦν πολλοὶ τοὺς Ῥοδίων ἀνδριάντας ὁμοίους εἶναι τοῖς ὑποκριταῖς.

ὥσπερ γὰρ ἐκείνων ἕκαστον ἄλλοτε ἄλλον εἰσιέναι, καὶ τοὺς ἀνδριάντας ὑμῖν ἄλλοτε ἄλλα λαμβάνειν πρόσωπα καὶ μικροῦ δεῖν ὑποκρινομένους ἑστάναι. τὸν γὰρ αὐτὸν νῦν μὲν εἶναι Ἕλληνα, νῦν δὲ Ῥωμαῖον, πάλιν δ, ἂν οὕτω τύχῃ, Μακεδόνα ἢ Πέρσην: καὶ ταῦτ ἐπ ἐνίων οὕτως ὥστε τὸν ἰδόντα εὐθὺς εἰδέναι. καὶ γὰρ ἐσθὴς καὶ ὑπόδεσις καὶ τοιαῦθ ἕτερα τὸ ψεῦσμα ἐλέγχει. καὶ μυρία ἐῶ τῶν γιγνομένων, οἱο῀ν τὸ πολλάκις ἀνδρὸς σφόδρα γέροντος εἰκόνι νέου τινὸς τὸ ὄνομα ἐπιγράφειν, θαυμαστήν τινα οἶμαι δωρεὰν εὑρηκότων ὑμῶν, εἰ μετά γε τῆς τιμῆς καὶ τὴνἡλικίαν δίδοτε:

καὶ πάλιν ἀθλητοῦ τινος ἀνδριάντα ἑστάναι, ὡς ὄντα ἀνθρώπου παντελῶς ἀσθενοῦς καὶ μετρίου τὸ σῶμα. τὸ μὲν γὰρ ἱππεύοντα τὸν δεῖνα ὁρᾶσθαι παρ ὑμῖν ἢ πολεμίῳ συνεστῶτα ἢ στράτευμα ἐκτάσσοντα ἄνθρωπον οὐδεπώποτε τῆς γῆς ἁψάμενον τοῖς αὑτοῦ ποσὶν καὶ ἀπὸ τῶν ὤμων καταβάντα τῶν φερόντωνοὐδὲν ἴσως ἄτοπον: ἀλλ ὁ δεῖνά γε ἕστηκε πυκτεύων παρ ὑμῖν. καὶ λέγω ταῦτα μὰ τὸν Δία οὐκ ἀπεχθάνεσθαι βουλόμενος ὑμῖν οὐδὲ διασύρων τὴν πόλιν, ἀλλ ὅπως μηδὲν ἀνάξιον ἑαυτῆς μηδὲ ἀλλότριον τῆς ἄλλης εὐκοσμίας καὶ τῆς πολιτείας φαίνηται ποιοῦσα.

καί μοι δοκεῖ τις ἂν εἰκότως προαχθῆναι διὰ τὴν πρὸσἅπαντας εὔνοιαν τοὺς Ἕλληνας, οὐ μόνον διὰ τὴν πρὸς ὑμᾶς, εἴ τι ἄρα ἐνθάδε ἔχοι μὴ καλῶς, εἰπεῖν καὶ μηνῦσαι. πρότερον μὲν γὰρ ἐκ πολλῶν συνειστήκει τὸ κοινὸν ἀξίωμα καὶ πολλοὶ τὴν Ἑλλάδα ηὖξον, ὑμεῖς, Ἀθηναῖοι, Λακεδαιμόνιοι, Θηβαῖοι, χρόνον τινὰ Κορίνθιοι, τὸ παλαιὸν Ἀργεῖοι.

νυνὶ δὲ τὸ μὲν τῶν ἄλλωνοὐθέν ἐστιν. οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνῄρηνται καὶ ἀπολώλασιν, οἱ δὲ ἀσχημονοῦσι πράττοντες οἱᾶ ἀκούετε καὶ πάντα τρόπον τὴν παλαιὰν δόξαν ἀφανίζοντες, οἰόμενοι τρυφᾶν οἱ ἀνόητοι καὶ κέρδος ἀριθμοῦντες τὸ μηθένα κωλύειν αὐτοὺς ἁμαρτάνοντας.

λοιποὶ δὲ ὑμεῖς ἐστε: καὶ γὰρ μόνοις ὑμῖν ὑπάρχει τὸ δοκεῖν ὄντως τινὰσγεγονέναι καὶ μὴ τελέως καταπεφρονῆσθαι. διὰ μὲν γὰρ τοὺς οὕτω χρωμένους ταῖς ἑαυτῶν πατρίσιν, ὡς ἀληθεύοντες ἔνιοι λέγουσιν, οὐθὲν ἐκώλυε πάλαι Φρυγῶν πάντας ἢ Θρᾳκῶν ἀτιμοτέρους γεγονέναι τοὺς Ἕλληνας. ὥσπερ οὖν οἰκίας ἠρημωμένης εὐδαίμονος καὶ μεγάλης, ὅταν εἷς ἔτι λοιπὸς ᾖ διάδοχος, ἐν ἐκείνῳπάντα ἐστί, κἂν οὗτος ἁμαρτάνῃ τι καὶ ἀκούῃ κακῶς, τὴν ὅλην δόξαν ἀφανίζει τῆς οἰκίας καὶ πάντας καταισχύνει τοὺς πρότερον:

οὕτως τὰ ὑμέτερα νῦν ἔχει πρὸς τὴν Ἑλλάδα. μὴ γὰρ οἰέσθε πρωτεύειν αὐτῆς, ἄνδρες Ῥόδιοι, μὴ οἰέσθε. τῶν γὰρ ζώντων ἔτι καὶ τῶν αἰσθανομένων τιμῆς ἢ ἀδοξίας ἔστι πρώτους εἶναι. τὰ δὲ ἐκείνης οἴχεται καὶ πάντα τρόπον αἰσχρῶς καὶ ἐλεεινῶς διέφθαρται: καὶ οὐδὲ ἐπινοῆσαι λοιπὸν ἔστι τὴν ὑπεροχὴν καὶ τὴν λαμπρότητα τῶν πόλεων εἴς γε τοὺς ἄνδρας ὁρῶντα. ἀλλ οἱ λίθοι μᾶλλον ἐμφαίνουσι τὴν σεμνότητα καὶ τὸ μέγεθος τῆς Ἑλλάδος καὶ τὰ ἐρείπια τῶν οἰκοδομημάτων:

ἐπεὶ αὐτούς γε τοὺς ἐνοικοῦντας καὶ τοὺς πολιτευομένους οὐκ ἂν εἴποι τις οὐδὲ Μυσῶν ἀπογόνους: ὥστε ἔμοιγε δοκοῦσι τῶν οὕτως οἰκουμένων αἱ τελέως ἀνῃρημέναι πόλεις κρεῖττον ἀπαλλάττειν. ὑγιὴς γὰρ ἡ τούτων μνήμη μένει, καὶ τὸ ὄνομα δι οὐθὲν ὑβρίζεται τῶν πρότερον καλῶν: ὥσπερ οἶμαι καὶ τῶν τεθνεώτων τῷ παντὶ βέλτιον τὰ σώματα ἀνῃρῆσθαι καὶ μηδένα ὁρᾶν ἢ φαίνεσθαι σηπόμενα.

καὶ ταῦτα μὲν ἴσως πλείω τῶν εἰκότων ἐπῆλθέ μοι μνησθέντι τῆς ὅλης καταστάσεως.

ἐκεῖνο δ ὑμῖν ἐβουλόμην ποιῆσαι φανερόν, ὅτι μόνοι καταλείπεσθε τῶν Ἑλλήνων, οἷς ἂν καὶ παραινέσαι τις καὶ περὶ ὧν ἔστιν ἔτι λυπηθῆναι δοκούντων ἁμαρτάνειν. εἰκότως ἂν οὖν πρόσχοιτε αὑτοῖς καὶ πάντα τὰ τοιαῦτα ἐξετάζοιτε ἀκριβέστερον τῶν προγόνων. ἐκείνοις μὲν γὰρ ἐν πολλοῖς ὑπῆρχεν ἑτέροις ἡ τῆς ἀρετῆς ἐπίδειξις, ἐν τῷ προεστάναι τῶν ἄλλων, ἐν τῷ βοηθεῖν τοῖς ἀδικουμένοις, ἐν τῷ συμμάχους κτᾶσθαι, πόλεις οἰκίζειν, νικᾶν πολεμοῦντας: ὑμῖν δὲ τοιοῦτον μὲν οὐθὲν πράττειν ἔνεστι, καταλείπεται δ οἶμαι τὸ ἑαυτῶν προεστάναι καὶ τὴν πόλιν διοικεῖν καὶ τὸ τιμῆσαί τινα καὶ κροταλίσαι μὴ τοῖς πολλοῖς ὁμοίως καὶ τὸ βουλεύσασθαι καὶ τὸ δικάσαι καὶ τὸ τοῖς θεοῖς θῦσαι καὶ τὸ ἄγειν ἑορτήν:

ἐν οἷς ἅπασιν ἔστι βελτίους τῶν ἄλλων φαίνεσθαι. τοιγάρτοι καὶ τὰ τοιαῦτα ὑμῶν ἐπαίνου τυγχάνει, καὶ γιγνώσκεται παρὰ πᾶσιν οὐχ ὡς μικρά, τὸ βάδισμα, ἡ κουρά, τὸ μηδένα σοβεῖν διὰ τῆς πόλεως, ἀναγκάζεσθαι δὲ διὰ τὴν ὑμετέραν συνήθειαν καὶ τοὺς ἐπιδημοῦντας ξένους καθεστώτως πορεύεσθαι: καθάπερ οἶμαι καὶ τοὺς ἀγροίκους ἰδεῖν ἔστιν, ὅταν εἰς παλαίστραν ἢ γυμνάσιον ἔλθωσιν, ἧττον ἀρρύθμως κινουμένους: ἔτι πρὸς τούτοις τῆς ἐσθῆτος ὁ τρόπος, τὸ ἴσως ἄν τινι γελοῖον φανέν, τῆς πορφύρας τὸ μέτρον:

τὰ φανερώτερα ἤδη, τὸ μεθ ἡσυχίας θεωρεῖν, ὁ ποππυσμός: πάντα ταῦτα σεμνὴν τὴν πόλιν ποιεῖ, διὰ ταῦτα τῶν ἄλλων διαφέρειν δοκεῖτε, ἐπὶ τούτοις ἅπασι θαυμάζεσθε,ἀγαπᾶσθε: τῶν λιμένων, τῶν τειχῶν, τῶν νεωρίων μᾶλλον ὑμᾶς κοσμεῖ τὸ ἐν τοῖς ἔθεσιν ἀρχαῖον καὶ Ἑλληνικόν, τὸ παρ ὑμῖν μὲν ὅταν τις γένηται, εὐθὺς αὐτὸν ἀποβάντα εἰδέναι, κἂν τύχῃ βάρβαρος ὤν, ὅτι οὐ πάρεστιν εἴς τινα πόλιν τῆς Συρίας ἢ τῆς Κιλικίας: ὄνομα, φέρε εἰπεῖν ὅτι καλεῖται Λύκειον ἢ Ἀκαδήμεια, μηθὲν διαφέρειν.

τίνος οὖν χάριν ταῦτα παυόμενος ἤδη λέγω καὶ τί δηλῶσαι βουλόμενος·

ὅτι τοσούτῳ μᾶλλον ὑμᾶς φιλοτιμεῖσθαι δεῖ καὶ μηθὲν παραπέμπειν τῶν γιγνομένων. κἂν οὕτως ἔχητε ἐν ἅπασιν οἷσπράττετε, ἴσως οὐθὲν δόξετε κακίους εἶναι τῶν προγόνων. τὸ γὰρ ἐν τοιαύτῃ καταστάσει διαφυλάττειν ἑαυτοὺς καὶ μένειν ἐπὶ τοῦ τῆς ἀρετῆς σχήματος θαυμαστὸν ἔμοιγε δοκεῖ: καθάπερ οἶμαι καὶ τῶν πλεόντων ἰδεῖν ἔστι χειμῶνος μὲν ἐπιπεσόντος ἢ σφοδροῦ τοῦ πνεύματος μηδὲ τοὺς ἀσελγεστάτους αὐτῶν αἰσχρόν τι ποιοῦντας,ἀλλὰ πρὸς μόνῳ τῷ πλεῖν ὄντας, ἐν δὲ τῇ γαλήνῃ καὶ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν ἐπιπολάζουσαν τὴν ὕβριν, κἂν μὴ ὦσιν ἀκόλαστοι:

τὸν αὐτὸν οἶμαι τρόπον ὁ μὲν πόλεμος εἰώθε καὶ τοὺς φαυλοτέρους ἐγείρειν καὶ κρατεῖν, ἐν τοσαύτῃ δὲ εἰρήνῃ καὶ ῥᾳθυμίᾳ τῶν ἀρίστων ἀνδρῶν εἰς μηδεμίαν αἰσχύνην μηδὲ ἀταξίαν ὑπενεχθῆναι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION