호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄψεσθε δὲ αὐτό, ἐμοὶ δοκεῖν, ἀκριβέστερον, ἐὰν σκοπῆτε· παρ’ οἷσ γὰρ καὶ τὰ τῶν μοιχειῶν μεγαλοπρεπέστερόν πωσ παραπέμπεται, πολλῆσ καὶ σφόδρα φιλανθρώπου τῆσ εὐγνωμοσύνησ τυγχάνοντα, τὰ μὲν πολλὰ ὑπὸ χρηστότητοσ οὐκ αἰσθανομένων τῶν ἀνδρῶν, τὰ δέ τινα οὐχ ὁμολογούντων εἰδέναι, ξένουσ δὲ καὶ φίλουσ καὶ ξυγγενεῖστοὺσ μοιχοὺσ καλουμένουσ ἀνεχομένων, καὶ αὐτῶν ἐνίοτε φιλοφρονουμένων καὶ παρακαλούντων ἐν ταῖσ ἑορταῖσ καὶ θυσίαισ ἐπὶ τὰσ ἑστιάσεισ, ὡσ ἂν οἶμαι τοὺσ οἰκειοτάτουσ, ἐπὶ δὲ τοῖσ σφόδρα ἐκδήλοισ καὶ φανεροῖσ μετρίασ τὰσ ὀργὰσ ποιουμένων·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기