- 텍스트

Dio, Chrysostom, Orationes, ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ.? 169:

(디오, 크리소토모스, 연설, ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. 169:)

τάχ οὖν λέγοι τις ἂν ἀγροικότερον οὕτω πως: ὦ σοφοὶ νομοθέται καὶ ἄρχοντες οἱ παραδεξάμενοι τὰ τοιαῦτα ἀπ ἀρχῆς, ὡς δή τι θαυμαστὸν εὑρηκότες ταῖς πόλεσιν ὑμεῖς σωφροσύνης φάρμακον, ὅπως ὑμῖν μὴ τὰ φανερὰ ταῦτα καὶ ἄκλειστα οἰκήματα τὰς κεκλειμένασοἰκίας καὶ τοὺς ἔνδοθεν θαλάμους ἀναπετάσῃ, καὶ τοὺς ἔξω καὶ φανερῶς ἀσελγαίνοντας ἀπὸ μικρᾶς δαπάνης ἐπὶ τὰς ἐλευθέρας καὶ σεμνὰς τρέψῃ γυναῖκας μετὰ πολλῶν χρημάτων τε καὶ δώρων, τὸ σφόδρα εὐώνον καὶ μετ ἐξουσίας οὐκέτι στέργοντας, ἀλλ αὐτὸ δὴ τὸ κεκωλυμένον ἐν φόβῳ τε καὶ πολλοῖς ἀναλώμασι διώκοντας.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION