호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταύτην δὲ τὴν νίκην οὕτω σφόδρα ἠγάπησαν, ὥστε ἀναστάτου τῆσ πόλεωσ αὐτοῖσ γενομένησ καὶ ἔτι νῦν σχεδὸν οὔσησ πλὴν μικροῦ μέρουσ, τῆσ Καδμείασ , τῶν μὲν ἄλλων οὐδενὸσ ἐφρόντισαν τῶν ἠφανισμένων ἀπὸ πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ στηλῶν καὶ ἐπιγραφῶν, τὸν δὲ Ἑρμῆν ἀναζητήσαντεσπάλιν ἀνώρθωσαν, ἐφ’ ᾧ ἦν τὸ ἐπίγραμμα τὸ περὶ τῆσ αὐλητικῆσ, Ἑλλὰσ μὲν Θήβασ νικᾶν προέκρινεν ἐν αὐλοῖσ· καὶ νῦν ἐπὶ μέσησ τῆσ ἀρχαίασ ἀγορᾶσ ἓν τοῦτο ἄγαλμα ἕστηκεν ἐν τοῖσ ἐρειπίοισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기