호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φέρε οὖν μνησθῶμεν ἀφ ἑκατέρου τοῦ γένους, εἰ καὶ μὴ πάνυἀκριβῶς ἕκαστα φράζοντες, ἀλλ ὡς τύπῳ γε κατιδεῖν, τὰ ποἶ ἄττα καὶ ὧν ἕνεκα οὐ προσιέμεθα, καὶ ποῖα θαρροῦντας ἐπιχειρεῖν κελεύομεν, μηδὲν φροντίζοντας τῶν ἄλλως τὰ τοιαῦτα προφερόντων, οἱο῀ν εἰώθασι λοιδορούμενοι προφέρειν πολλάκις οὐ μόνον τὰς αὐτῶν ἐργασίας, αἷς οὐδὲν ἄτοπον πρόσεστιν, ἀλλὰ καὶ τῶν γονέων,ἄν τινος ἔριθος ἡ μήτηρ ἢ τρυγήτρια ἐξελθοῦσά ποτε ἢ μισθοῦ τιτθεύσῃ παῖδα τῶν ὀρφανῶν ἢ πλουσίων ἢ ὁ πατὴρ διδάξῃ γράμματα ἢ παιδαγωγήσῃ: μηδὲν οὖν τοιοῦτον αἰσχυνομένους ὁμόσε ἰέναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기