호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ οὖν οὐκ ἔστιν ἕκαστον ἀπολαμβάνοντα ἐλέγχειν τοῦ πλήθουσ, οὐδ’ ἀνερωτᾶν ἅπαντασ ἐν μέρει, τί γὰρ σύ, ὦ ἄνθρωπε, δέδοικασ τὴν πενίαν οὕτωσ πάνυ, τὸν δὲ πλοῦτον ὑπερτιμᾷσ, τί δ’ αὖ σὺ ἐλπίζεισ κερδανεῖν μέγιστον, ἂν τύχῃσ πλουτήσασ ἢ νὴ Δία ἔμποροσ γενόμενοσ ἢ καὶ βασιλεύσασ; ἁ̓μήχανον γὰρ δὴ τὸ τοιοῦτον καὶ οὐδαμῶσ ἀνυστόν’ οὕτωσ οὖν ἐπὶ τοὺσ προφήτασ αὐτῶν καὶ συνηγόρουσ,τοὺσ ποιητάσ, ἐξ ἀνάγκησ ἴμεν, ὡσ ἐκεῖ φανερὰσ καὶ μέτροισ κατακεκλειμένασ εὑρήσοντεσ τὰσ τῶν πολλῶν δόξασ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기