호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοὺσ λάρουσ, οὓσ ἅπαξ εὑρ͂όν ποτε ἐκβεβρασμένουσ, καὶ τούτουσ ἀνέπηξα εἰσ τὴν δρῦν τὴν ἱερὰν τὴν πλησίον τῆσ θαλάττησ. μὴ γὰρ εἰή ποτέ, ὦ Ζεῦ, λαβεῖν μηδὲ κερδᾶναι κέρδοσ τοιοῦτον ἀπὸ ἀνθρώπων δυστυχίασ. ἀλλὰ ὠφελήθην μὲν οὐδὲν πώποτε, ἠλέησα δὲ πολλάκισ ναυαγοὺσ ἀφικομένουσ, καὶ τῇ σκηνῇ ὑπεδεξάμην, καὶ φαγεῖν ἔδωκα καὶ πιεῖν, καὶ εἴ τι ἄλλο ἐδυνάμην, ἐπεβοήθησα καὶ συνηκολούθησα μέχρι τῶν οἰκουμένων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기