호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ ποτε ἴδοιεν τῶν ἀνθρώπων τινα ὀψὲ καὶ πρῴ, συνιστάμενοι ὑλάκτουν τε καὶ ἤμυνον, ὥσπερ ἂν εἰ πρὸσ ἄνθρωπον ἐμάχοντο. γευόμενοι δὲ τοῦ αἵματοσ καὶ συῶν καὶ ἐλάφων καὶ τῶν κρεῶν πολλάκισ ἐσθίοντεσ, ὀψὲ μεταμανθάνοντεσ κρέασιν ἀντὶ μάζησ ἥδεσθαι, τῶν μὲν ἐμπιμπλάμενοι, εἴ ποτε ἁλοίη τι , ὁπότε δὲ μή, πεινῶντεσ, μᾶλλον ἤδη τῷ τοιούτῳ προσεῖχον, καὶ τὸ φαινόμενον ἐδίωκον πᾶν ὁμοίωσ, καὶ ὀσμῆσ ἁμῃγέπῃ καὶ ἴχνουσ ᾐσθάνοντο, καὶ ἀπέβησαν ἀντὶ βουκόλων τοιοῦτοί τινεσ ὀψιμαθεῖσ καὶ βραδύτεροι θηρευταί.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기