호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτε φεύγειν συνέβη με φιλίας ἕνεκεν λεγομένης ἀνδρὸς οὐ πονηροῦ, τῶν δὲ τότε εὐδαιμόνων τε καὶ ἀρχόντων ἐγγύτατα ὄντος, διὰ ταῦτα δὲ καὶ ἀποθανόντος, δί ἃ πολλοῖς καὶ σχεδὸν πᾶσιν ἐδόκει μακάριος, διὰ τὴν ἐκείνων οἰκειότητα καὶ ξυγγένειαν, ταύτης ἐνεχθείσης ἐπ ἐμὲ τῆς αἰτίας, ὡς δὴ τἀνδρὶ φίλον ὄντα καὶ σύμβουλον: ἔθος γάρ τι τοῦτό ἐστι τῶν τυράννων, ὥσπερ ἐν Σκύθαις τοῖς βασιλεῦσι συνθάπτειν οἰνοχόους καὶ μαγείρους καὶ παλλακάς, οὕτως τοῖς ὑπ αὐτῶν ἀποθνήσκουσιν ἑτέρους προστιθέναι πλείους ἀπ οὐδεμιᾶς αἰτίας: τότε δ οὖν, ἐπεί με φεύγειν ἔδοξεν, ἐσκόπουν πότερον ὄντως χαλεπόν τι καὶ δυστυχὲς εἰή τὸ τῆς φυγῆς κατὰ τὴν τῶν πολλῶν δόξαν, ἢ πάντα τὰ τοιαῦτα ἕτερον πέπονθεν, ὁποῖον λεγόμενόν ἐστι περὶ τὴν μαντείαν τὴν τῶν γυναικῶν ἐν τοῖς ἱεροῖς.
ἐκεῖναι γὰρ βῶλόν τινα ἢ λίθον αἴρουσαι σκοποῦσιν ἐν τούτῳ περὶ τοῦ πράγματος οὗ πυνθάνονται. καὶ δὴ ταῖς μὲν αὐτῶν φασι γίγνεσθαι κοῦφον, ταῖς δὲ βαρύν, ὡς μηδὲ κινῆσαι δύνασθαι ῥᾳδίως. μὴ ἄρα καὶ τὸ φεύγειν καὶ τὸ πένεσθαι καὶ γῆρας δὴ καὶ νόσος καὶ πάντα τὰ τοιαῦτα τοῖς μὲν βαρέα φαίνεται καὶ χαλεπά, τοῖς δ ἐλαφρά τε καὶ εὔκολα:
ἐκεῖ μὲν ἴσως κατὰ τὴν τοῦ πράγματος διαφορὰν ἐλαφρύνοντος τοῦ δαιμονίου τὸ βάρος, ἐνταῦθα δὲ οἶμαι πρὸς τὴν τοῦ χρωμένου δύναμιν καὶ γνώμην. καὶ δὴ ἀνεμιμνησκόμην Ὀδυσσέως τε παρ Ὁμήρῳ κατοδυρομένου πολλάκις αὑτόν, ἀνδρὸς ἡρ´ωος οὐδαμῶς τε ἀδυνάτου καρτερεῖν, πολλὰ ὅμως ἀνάξια λέγοντος καὶ θρηνοῦντος ἑκάστοτε παρὰ τῇ θαλάττῃ διὰ πόθον τῆς πατρίδος:
τέλος δέ, ὥς φησιν ὁ ποιητής, ἐπεθύμει καπνὸν ἰδεῖν ἀπὸ τῆς αὑτοῦ γῆς ἀνιόντα, εἰ καὶ δέοιπαραχρῆμα ἀποθνῄσκειν, καὶ οὔτε τὰ πρότερον ἔργα παρεμυθεῖτο αὐτὸν οὔτε θεὸς μάλα καλὴ καὶ ἀγαθὴ περὶ πολλοῦ ποιουμένη, ὥστε ὑποσχέσθαι ποιήσειν αὐτὸν ἀθάνατον, ἀλλὰ πάντων τούτων κατίσχυεν ὁ τῆς πατρίδος πόθος τε καὶ ἔρως:
πάλιν δ αὖ παρ ἑτέρῳ ποιητῇ τῶν ὕστερον τὴν Ἠλέκτραν πυνθανομένην ὑπὲρ τοῦἀδελφοῦ λυπηρῶς καὶ ἐλεοῦσαν αὐτὸν τῆς φυγῆς, οὕτω πως ἐρωτῶσαν:
ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχει· καὶ τὸν οὐχ ἧττον ἐλεεινῶς ἀποκρινόμενον, οὐχ ἕνα νομίζων φθείρεται πόλεως τόπον: τὴν δὲ αὖθις ἐρωτῶσαν, ἦπου σπανίζει τοῦ καθ ἡμέραν βίου· κἀκεῖνον οὕτως λέγοντα: ἔχει μέν, ἀσθενῆ δέ, ἅτε φεύγων ἀνήρ, πρὸς δὲ τούτοις μυρία δὴ τολμηθέντα τολμήματα καὶ πολέμουσπολεμηθέντας ὑπὸ φυγάδων, ὅπως οἴκαδε κατέλθοιεν, πρός τε τοὺς δήμους καὶ τοὺς τυράννους τοὺς ἐξελάσαντας παρὰ δύναμιν, μέγα νομιζόντων, εἰ καὶ δέοι τελευτᾶν μαχομένους ἐν τῇ αὑτῶν γῇ: σύμπαντα ταῦτά με ἐξέπληττε καὶ ἠνάγκαζε δεινὸν ἡγεῖσθαι καὶ βαρὺ τὸ συμβεβηκός.
ἐπεὶ δὲ ἐνεθυμήθην ὅτι Κροίσῳ τῷ Λυδῶν βασιλεῖ συνεβούλευσεν ὁ Ἀπόλλων συμβάντος τινὸς φεύγειν ἑκόντα καταλιπόντα τὴν ἀρχήν, καὶ μηδὲν αἰσχύνεσθαι τούτου ἕνεκεν, εἰ δόξει κακὸς εἶναι τοῖς ἀνθρώποις, οὕτω πως θεσπίσας: φεύγειν μηδὲ μένειν μηδ αἰδεῖσθαι κακὸς εἶναι, δῆλον ὅτι τὴν αἰδῶ νῦν ἀντὶ τῆς αἰσχύνης ὀνομάζων, ὥσπερ ἔθος ἐστὶ τοῖς ποιηταῖς, καὶ τὸ κακὸν εἶναι ἀντὶ τῆς δόξης τῆς παρὰ τοῖς πολλοῖς:
ἐκ δὲ τούτου ἐνεθυμούμην ὅτι οὐ πάντως ἡ φυγὴ βλαβερὸν οὐδὲ ἀσύμφορον οὐδὲ τὸ μένειν ἀγαθὸν καὶ πολλοῦ ἄξιον οὑ᾿ γὰρ ἂν τὸ μὲν αὐτῶν παρῄνει καὶ συνεβούλευεν ὁ Ἀπόλλων, τὸ φεύγειν, τὸ δὲ μένειν ἄντικρυς ἀπηγόρευε, καὶ ταῦτα ἀνδρὶ θεσπίζων, ὅς ἦν ἐπιμελέστατος περὶ τὸ θεῖον καὶ θυσίας τε πλείστας ἔθυε καὶ μέγιστα ἀναθήματα πεπόμφει τῶν πώποτε ἀναθέντων εἰς Δελφοὺς ταῦτα ἐνθυμουμένῳ μοι ἔδοξε καὶ αὐτὸν εἰς θεοῦ βαδίσαντα χρήσασθαι συμβούλῳ κατὰ τὸ παλαιὸν ἔθος τῶν Ἑλλήνων.
οὐ γὰρ περὶ νόσου μὲν καὶ ἀπαιδίας, καὶ περὶ καρπῶν ἱκανῶς συμβουλεύειν αὐτόν, περὶ δὲ τοιούτου πράγματος ἧττον δυνήσεσθαι.
καὶ δὴ χρωμένῳ μοι ἀνεῖλεν ἄτοπόν τινα χρησμὸν καὶ οὐ ῥᾴδιον συμβαλεῖν. ἐκέλευε γάρ με αὐτὸ τοῦτο πράττειν ἐν ᾧ εἰμι πάσῃ προθυμίᾳ, ὡς καλήν τινα καὶ συμφέρουσαν πρᾶξιν, ἑώς ἄν, ἔφη, ἐπὶ τὸ ἔσχατον ἀπέλθῃς τῆς γῆς. καίτοι χαλεπὸν καὶ κατ ἄνθρωπον ψεύδεσθαι, μὴ ὅτι κατὰ θεόν. ἐλογισάμην οὖν ὅτι ὁ μὲν Ὀδυσσεὺς μετὰ τοσούτους πλάνους οὐκ ὤκνησεν ἀλᾶσθαι πάλιν κώπην φέρων, Τειρεσίου συμβουλεύσαντος, ἀνδρὸς τεθνηκότος, μέχρι ἂν ἀνθρώποις συμβάλῃ μηδὲ ἀκοῇ γιγνώσκουσι θάλατταν:
ἐμοὶ δὲ οὐ ποιητέον τοῦτο τοῦ θεοῦ κελεύοντος· οὕτω δὴ παρακελευσάμενος ἐμαυτῷ μήτε δεδιέναι μήτε αἰσχύνεσθαι τὸ πρᾶγμα, στολήν τε ταπεινὴν ἀναλαβὼν καὶ τἄλλα κολάσας ἐμαυτὸν ἠλώμην πανταχοῦ. οἱ δὲ ἐντυγχάνοντες ἄνθρωποι ὁρῶντες οἱ μὲν ἀλήτην, οἱ δὲ πτωχὸν ἐκάλουν, οἱ δέ τινες καὶ φιλόσοφον.
ἐντεῦθεν ἐμοὶ συνέβη κατ ὀλίγον τε καὶ οὐ βουλευσάμενον αὐτὸν οὐδὲ ἐφ ἑαυτῷ μέγα φρονήσαντα τούτου τοῦ ὀνόματος τυχεῖν. οἱ μὲν γὰρ πολλοὶ τῶν καλουμένων φιλοσόφων αὑτοὺς ἀνακηρύττουσιν, ὥσπερ οἱ Ὀλυμπίασι κήρυκες: ἐγὼ δὲ τῶν ἄλλων λεγόντων οὐκ ἐδυνάμην ἀεὶ καὶ πᾶσι διαμάχεσθαι.
τυχὸν δέ τι καὶ ἀπολαῦσαι τῆς φήμης συνέβη μοι.
πολλοὶ γὰρ ἠρώτων προσιόντες ὅ, τι μοι φαίνοιτο ἀγαθὸν ἢ κακόν: ὥστε ἠναγκαζόμην φροντίζειν ὑπὲρ τούτων, ἵνα ἔχοιμι ἀποκρίνεσθαι τοῖς ἐρωτῶσιν. πάλιν δὲ ἐκέλευον λέγειν καταστάντα εἰς τὸ κοινόν. οὐκοῦν καὶτοῦτο ἀναγκαῖον ἐγίγνετο λέγειν περὶ τῶν προσηκόντων τοῖς ἀνθρώποις καὶ ἀφ ὧν ἔμελλον ὀνίνασθαι τὰ ἐμοὶ φαινόμενα. ἐδόκουν δέ μοι πάντες ἄφρονες, ὡς ἔπος εἰπεῖν, καὶ οὐδεὶς οὐδὲν ὧν ἔδει πράττειν οὐδὲ σκοπεῖν ὅπως ἀπαλλαγεὶς τῶν παρόντων κακῶν καὶ τῆς πολλῆς ἀμαθίας καὶ ταραχῆς ἐπιεικέστερον καὶ ἄμεινονβιώσεται, κυκώμενοι δὲ καὶ φερόμενοι πάντες ἐν ταὐτῷ καὶ περὶ τὰ αὐτὰ σχεδόν, περί τε χρήματα καὶ δόξας καὶ σωμάτων τινὰς ἡδονάς, οὐδεὶς ἀπαλλαγῆναι τούτων δυνάμενος οὐδὲ ἐλευθερῶσαι τὴν αὑτοῦ ψυχήν:
καθάπερ οἶμαι τὰ ἐμπεσόντα εἰς τὰς δίνας εἱλούμενα καὶ περιστρεφόμενα καὶ οὐχ οἱά῀ τε ἀπαλλαγῆναι τῆς δινήσεως. ταῦτακαὶ τὰ τοιαῦτα τούς τε ἄλλους ἅπαντας καὶ μάλιστα καὶ πρῶτον ἐμαυτὸν καταμεμφόμενος ἐνίοτε ὑπὸ ἀπορίας ἀνῆγον ἐπί τινα λόγον ἀρχαῖον, λεγόμενον ὑπό τινος Σωκράτους, ὃν οὐδέποτε ἐκεῖνος ἐπαύσατο λέγων, πανταχοῦ τε καὶ πρὸς ἅπαντας βοῶν καὶ διατεινόμενος ἐν ταῖς παλαίστραις καὶ ἐν τῷ Λυκείῳ καὶ ἐπὶτῶν ἐργαστηρίων καὶ κατ ἀγοράν, ὥσπερ ἀπὸ μηχανῆς θεός, ὡς ἔφη τις.
οὐ μέντοι προσεποιούμην ἐμὸν εἶναι τὸν λόγον, ἀλλ οὗπερ ἦν, καὶ ἠξίουν, ἂν ἄρα μὴ δύνωμαι ἀπομνημονεῦσαι ἀκριβῶς ἁπάντων τῶν ῥημάτων μηδὲ ὅλης τῆς διανοίας, ἀλλὰ πλέον ἢ ἔλαττον εἴπω τι, συγγνώμην ἔχειν, μηδὲ ὅτι ταῦτα λέγω ἃ τυγχάνει πολλοῖς ἔτεσι πρότερον εἰρημένα, διὰ τοῦτο ἧττον προσέχειν τὸν νοῦν.
ἴσως γὰρ ἄν, ἔφην, οὕτως μάλιστα ὠφεληθείητε. οὐ γὰρ δή γε εἰκός ἐστι τοὺς παλαιοὺς λόγους ὥσπερ φάρμακα διαπνεύσαντας ἀπολωλεκέναι τὴν δύναμιν.
ἐκεῖνος γὰρ ὁπότ ἴδοι πλείονας ἀνθρώπους ἐν τῷ αὐτῷ, σχετλιάζων καὶ ἐπιτιμῶν ἐβόα πάνυ ἀνδρείως τε καὶ ἀνυποστόλως, Ποῖ φέρεσθε, ὤνθρωποι, καὶ ἀγνοεῖτε μηδὲν τῶν δεόντων πράττοντες, χρημάτων μὲν ἐπιμελούμενοι καὶ πορίζοντες πάντα τρόπον, ὅπως αὐτοί τε ἄφθονα ἕξετε καὶ τοῖς παισὶν ἔτι πλείω παραδώσετε, αὐτῶν δὲ τῶν παίδων καὶ πρότερον ὑμῶν τῶν πατέρων ἠμελήκατε ὁμοίως ἅπαντες, οὐδεμίαν εὑρόντες οὔτε παίδευσιν οὔτε ἄσκησιν ἱκανὴν οὐδὲ ὠφέλιμον ἀνθρώποις, ἣν παιδευθέντες δυνήσεσθε τοῖς χρήμασι χρῆσθαι ὀρθῶς καὶ δικαίως, ἀλλὰ μὴ βλαβερῶς καὶ ἀδίκως, καὶ ὑμῖν αὐτοῖς , ὃ σπουδαιότερον τῶν χρημάτων, καὶ υἱοῖς καὶ θυγατράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, κἀκεῖνοι ὑμῖν.
ἀλλ ἦ κιθαρίζειν καὶ παλαίειν καὶ γράμματα μανθάνοντες ὑπὸ τῶν γονέων καὶ τοὺς υἱοὺς διδάσκοντες οἰέσθε σωφρονέστερον καὶ ἄμεινον οἰκήσειν τὴν πόλιν·
καίτοι εἴ τις συναγαγὼν τούς τε κιθαριστὰς καὶ τοὺς παισοτρίβας καὶ τοὺς γραμματιστὰς τοὺς ἄριστα ἐπισταμένους ἕκαστα τούτων πόλιν κατοικίσειεν ἐξ αὐτῶν ἢ καὶ ἔθνος, καθάπερ ὑμεῖς ποτε τὴν Ιὠνίαν, ποία τις ἂν ὑμῖν δοκεῖ γενέσθαι πόλις καὶ τίνα οἰκεῖσθαι τρόπον· οὐ πολὺ κάκιον καὶ αἴσχιον τῆς ἐν Αἰγύπτῳ καπήλων πόλεως, ὅπου πάντες κάπηλοι κατοικοῦσιν, ὁμοίως μὲν ἄνδρες, ὁμοίως δὲ γυναῖκες· οὐ πολὺ γελοιότερον οἰκήσουσιν οὗτοι, οὓς λέγω τοὺς τῶν ὑμετέρων παίδων διδασκάλους, οἱ παιδοτρίβαι καὶ κιθαρισταὶ καὶ γραμματισταί, προσλαβόντες τούς τε ῥαψῳδοὺς καὶ τοὺς ὑποκριτάς. καὶ γὰρ δὴ ὅσα μανθάνουσιν οἱ ἄνθρωποι, τούτου ἕνεκα μανθάνουσιν ὅπως, ἐπειδὰν ἡ χρεία ἐνστῇ πρὸς ἣν ἐμάνθανεν ἕκαστος, ποιῇ τὸ κατὰ τὴν τέχνην, οἱο῀ν ὁ μὲν κυβερνήτης ὅταν εἰς τὴν ναῦν ἐμβῇ, τῷ πηδαλίῳ κατευθύνων: διὰ τοῦτο γὰρ ἐμάνθανε κυβερνᾶν:
ὁ δὲ ἰατρὸς ἐπειδὰν παραλάβῃ τὸν κάμνοντα, τοῖς φαρμάκοις καὶ τοῖς περὶ τὴν δίαιταν ἰώμενος, οὗ ἕνεκα ἐκτήσατο τὴν ἐμπειρίαν. οὐκοῦν καὶ ὑμεῖς, ἔφη, ἐπειδὰν δέῃ τι βουλεύεσθαι περὶ τῆς πόλεως, συνελθόντες εἰς τὴν ἐκκλησίαν, οἱ μὲν ὑμῶν κιθαρίζουσιν ἀναστάντες, οἱ δέ τινες παλαίετε, ἄλλοι δὲ ἀναγιγνώσκετε τῶν Ὁμήρου τι λαβόντες ἢ τῶν Ἡσιόδου·
ταῦτα γὰρ ἄμεινον ἴστε ἑτέρων, καὶ ἀπὸ τούτων οἰέσθε ἄνδρεσἀγαθοὶ ἔσεσθαι καὶ δυνήσεσθαι τά τε κοινὰ πράττειν ὀρθῶς καὶ τὰ ἴδια, καὶ νῦν ἐπὶ ταύταις ταῖς ἐλπίσιν οἰκεῖτε τὴν πόλιν καὶ τοὺς υἱέας παρασκευάζετε ὡς δυνατοὺς ἐσομένους χρῆσθαι τοῖς τε αὑτῶν καὶ τοῖς δημοσίοις πράγμασιν, οἳ ἂν ἱκανῶς κιθαρίσωσι Παλλάδα περσέπολιν δεινὰν ἢ τῷ ποδὶ βῶσι πρὸς τὴν λύραν: ὅπως δὲ γνώσεσθε τὰ συμφέροντα ὑμῖν αὐτοῖς καὶ τῇ πατρίδι καὶ νομίμως καὶ δικαίως μεθ ὁμονοίας πολιτεύσεσθε καὶ οἰκήσετε, μὴ ἀδικῶν ἄλλος ἄλλον μηδὲ ἐπιβουλεύων, τοῦτο δὲ οὐδέποτε ἐμάθετε οὐδὲ ἐμέλησεν ὑμῖν πώποτε οὐδὲ νῦν ἔτι φροντίζετε. καίτοι τραγῳδοὺς ἑκάστοτε ὁρᾶτε τοῖς Διονυσίοις καὶ ἐλεεῖτε τὰ ἀτυχήματατῶν ἐν ταῖς τραγῳδίαις ἀνθρώπων:
ἀλλ ὅμως οὐδέποτε ἐνεθυμήθητε ὅτι οὐ περὶ τοὺς ἀγραμμάτους οὐδὲ περὶ τοὺς ἀπᾴδοντας οὐδὲ τοὺς οὐκ εἰδότας παλαίειν γίγνεται τὰ κακὰ ταῦτα, οὐδὲ ὅτι πένης τίς ἐστιν, οὐδεὶς ἕνεκα τούτου τραγῳδίαν ἐδίδαξεν. τοὐναντίον γὰρ περὶ τοὺς Ἀτρέας καὶ τοὺς Ἀγαμέμνονας καὶ τοὺσΟἰδίποδας ἴδοι τις ἂν πάσας τὰς τραγῳδίας, οἳ πλεῖστα ἐκέκτηντο χρήματα χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων: καὶ δὴ τῷ δυστυχεστάτῳ αὐτῶν γενέσθαι φασὶ χρυσοῦν πρόβατον. καὶ μὴν ὁ Θάμυρίς γε εὖ μάλα ἐπιστάμενος κιθαρίζειν καὶ πρὸς αὐτὰς τὰς Μούσας ἐρίζων περὶ τῆς ἁρμονίας, ἐτυφλώθη διὰ τοῦτο καὶ προσέτι ἀπέμαθε τὴν κιθαριστικήν.
καὶ τὸν Παλαμήδην οὐδὲν ὤνησεν αὐτὸν εὑρόντα τὰ γράμματα πρὸς τὸ μὴ ἀδίκως ὑπὸ τῶν Ἀχαιῶν τῶν ὑπ αὐτοῦ παιδευθέντων καταλευσθέντα ἀποθανεῖν: ἀλλ ἑώς μὲν ἦσαν ἀγράμματοι καὶ ἀμαθεῖς τούτου τοῦ μαθήματος, ζῆν αὐτὸν εἰών: ἐπειδὴ δὲ τούς τε ἄλλους ἐδίδαξε γράμματα καὶ τοὺς Ἀτρείδας δῆλον ὅτι πρώτους, καὶ μετὰ τῶν γραμμάτων τοὺς φρυκτοὺς ὅπως χρὴ ἀνέχειν καὶ ἀριθμεῖν τὸ πλῆθος, ἐπεὶ πρότερον οὐκ ᾔδεσαν οὐδὲ καλῶς ἀριθμῆσαι τὸν ὄχλον, ὥσπερ οἱ ποιμένες τὰ πρόβατα, τηνικαῦτα σοφώτεροι γενόμενοι καὶ ἀμείνους ἀπέκτειναν αὐτόν. εἰ δέ γε, ἔφη, τοὺς ῥήτορας οἰέσθε ἱκανοὺς εἶναι πρὸς τὸ βουλεύεσθαι καὶ τὴν ἐκείνων τέχνην ἄνδρας ἀγαθοὺς ποιεῖν, θαυμάζω ὅτι οὐ καὶ δικάζειν ἐκείνοις ἐπετρέψατε ὑπὲρ τῶν πραγμάτων, ἀλλ ὑμῖν αὐτοῖς, καὶ ὅπως οὐκ, εἰ δικαιοτάτους καὶ ἀρίστους ὑπειλήφατε, καὶ τὰ χρήματα ἐκείνοις ἐπετρέψατε διαχειρίζειν.
ὅμοιον γὰρ ἂν ποιήσαιτε ὥσπερ εἰ κυβερνήτας καὶ ναυάρχους τῶν τριήρων ἀποδείξαιτε τοὺς τριηρίτας ἢ τοὺς κελευστάς. εἰ δὲ δή τις λέγοι τῶν πολιτικῶν τε καὶ ῥητόρων πρὸς αὐτὸν ὅτι ταύτῃ μέντοι τῇ παιδεύσει χρώμενοι Ἀθηναῖοι Περσῶν ἐπιστρατευσάντων τοσαύταις μυριάσιν ἐπὶ τὴν πόλιν δὶς ἐφεξῆς καὶ τὴν ἄλλην Ἑλλάδα, τὸ μὲν πρῶτον δύναμιν καὶ στρατηγοὺς ἀποστείλαντος τοῦ βασιλέως, ὕστερον δὲ αὐτοῦ Ξέρξου παραγενομένου μετὰ παντὸς τοῦ πλήθους τοῦ κατὰ τὴν Ἀσίαν, ἅπαντας τούτους ἐνίκησαν καὶ πανταχοῦ περιῆσαν αὐτῶν καὶ τῷ βουλεύεσθαι καὶ τῷ μάχεσθαι.
καίτοι πῶς ἂν ἠδύναντο περιεῖναι τηλικαύτης παρασκευῆς καὶ τοσούτου πλήθους μὴ διαφέροντες κατ ἀρετήν· ἢ πῶς ἂν ἀρετῇ διέφερον μὴ τῆς ἀρίστης παιδείας τυγχάνοντες, ἀλλὰ φαύλης καὶ ἀνωφελοῦς· πρὸς τὸν τοιαῦτα εἰπόντα ἔλεγεν ὅτι οὐδὲ ἐκεῖνοι ἦλθον παιδείαν οὐδεμίαν παιδευθέντες οὐδὲ ἐπιστάμενοι βουλεύεσθαι περὶ τῶν πραγμάτων, ἀλλὰ τοξεύειν τε καὶ ἱππεύειν καὶ θηρᾶν μεμελετηκότες, καὶ τὸ γυμνοῦσθαι τὸ σῶμα αἴσχιστον αὐτοῖς ἐδόκει καὶ τὸ πτύειν ἐν τῷ φανερῷ:
ταῦτα δὲ αὐτοὺς οὐδὲν ἔμελλεν ὀνήσειν:
ὥστε οὐδ ἦν στρατηγὸς ἐκείνων οὐδεὶς οὐδὲ βασιλεύς, ἀλλὰ μυριάδες ἀνθρώπων ἀμύθητοι πάντων ἀφρόνων καὶ κακοδαιμόνων. εἷς δέ τις ἐν αὐτοῖς ὑπῆρχεν ὀρθὴν ἔχων τιάραν καὶ ἐπὶ θρόνου χρυσοῦ καθίζων, ὑφ οὗ πάντες ὥσπερὑπὸ δαίμονος ἠλαύνοντο πρὸς βίαν, οἱ μὲν εἰς τὴν θάλατταν, οἱ δὲ κατὰ τῶν ὀρῶν, καὶ μαστιγούμενοι καὶ δεδιότες καὶ ὠθούμενοι καὶ τρέμοντες ἠναγκάζοντο ἀποθνῄσκειν. ὥσπερ οὖν εἰ δύο ἀνθρώπω παλαίειν οὐκ εἰδότε παλαίοιεν, ὅ γε ἕτερος καταβάλοι ἂν ἐνίοτε τὸν ἕτερον, οὐ δι ἐμπειρίαν, ἀλλὰ διά τινα τύχην, πολλάκισδὲ καὶ δὶς ἐφεξῆς ὁ αὐτός, οὕτως καὶ Ἀθηναίοις Πέρσαι συμβαλόντες, τοτὲ μὲν Ἀθηναῖοι περιῆσαν, τοτὲ δὲ Πέρσαι, ὥσπερ ὕστερον, ὅτε καὶ τὰ τείχη τῆς πόλεως κατέβαλον μετὰ Λακεδαιμονίων πολεμοῦντες.
ἐπεὶ ἔχοις ἄν μοι εἰπεῖν εἰ τότε Ἀθηναῖοι ἀμουσότεροι καὶ ἀγραμματώτεροι γεγόνεσαν·
ἔπειτα αὖθις ἐπὶΚόνωνος, ὅτε ἐνίκησαν τῇ ναυμαχίᾳ τῇ περὶ Κνίδον, ἄμεινον ἐπάλαιον καὶ ᾖδον· οὕτως οὖν ἀπέφαινεν αὐτοὺς οὐδεμιᾶς παιδείας χρηστῆς τυγχάνοντας. καὶ μὴν τό γε ἀπαίδευτον εἶναι καὶ μηδὲν ἐπιστάμενον ὧν χρὴμηδὲ ἱκανῶς παρεσκευασμένον πρὸς τὸν βίον ζῆν τε καὶ πράττειν ἐπιχειρεῖν οὕτως μεγάλα πράγματα μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκειν:
τοὺς γὰρ ἀμαθεῖς καὶ ἀπαιδεύτους ψέγειν αὐτοὺς ὡς οὐ δυναμένους ζῆν ὀρθῶς: εἶναι δὲ ἀμαθεῖς οὐχὶ τοὺς ὑφαίνειν ἢ σκυτοτομεῖν μὴ ἐπισταμένους οὐδὲ τοὺς ὀρχεῖσθαι οὐκ εἰδότας, ἀλλὰ τοὺς ἀγνοοῦντας ἃ ἔστιν εἰδότα καλὸν καὶ ἀγαθὸν ἄνδρα εἶναι. καὶ οὕτως δὴ παρεκάλει πρὸς τὸ ἐπιμελεῖσθαι καὶ προσέχειν αὑτῷ τὸν νοῦν :
ᾔδει γὰρ ὅτι τοῦτο ζητοῦντες οὐδὲν ἄλλο ποιήσουσιν ἢ φιλοσοφήσουσι. τὸ γὰρ ζητεῖν καὶ φιλοτιμεῖσθαι ὅπως τις ἔσται καλὸς καὶ ἀγαθὸς οὐκ ἄλλο τι εἶναι ἢ φιλοσοφεῖν.
οὐ μέντοι πολλάκις οὕτως ὠνόμαζεν, ἀλλὰ μόνον ζητεῖν ἐκέλευεν ὅπως ἄνδρες ἀγαθοὶ ἔσονται. πρός τε οὖν τοὺς ἄλλους σχεδόν τι ταῦτα διελεγόμην ἀρχαῖα καὶ φαῦλα, καὶ ἐπειδὴ οὐκ εἰών ἐν αὐτῇ τῇ Ῥώμῃ γενόμενον ἡσυχίαν ἄγειν, ἴδιον μὲν οὐδένα ἐτόλμων διαλέγεσθαι λόγον, μὴ καταγελασθῶ τε καὶ ἀνόητος δόξω φοβούμενος, ἅτε συνειδὼς αὑτῷ πολλὴν ἀρχαιότητα καὶ ἀμαθίαν:
ἐνεθυμούμην δέ, φέρε, ἂν μιμούμενος τοιούτους τινὰς διαλέγωμαι λόγους περὶ τῶν θαυμαζομένων παρ αὐτοῖς, ὡς οὐδέν ἐστιν αὐτῶν ἀγαθόν, καὶ περὶ τρυφῆς καὶ ἀκολασίας, καὶ ὅτι παιδείας πολλῆς καὶ ἀγαθῆς δέονται, τυχὸν οὐ καταγελάσουσί μου ταῦτα λέγοντος οὐδὲ φήσουσιν ἀνόητον: εἰ δὲ μή, ἕξω λέγειν ὅτι εἰσὶν οἱ λόγοι οὗτοι ἀνδρὸς ὃν οἵ τε Ἕλληνες ἐθαύμασαν ἅπαντες ἐπὶ σοφίᾳ καὶ δὴ καὶ ὁ Ἀπόλλων σοφὸν αὐτὸν ἡγήσατο.
καὶ Ἀρχέλαος Μακεδόνων βασιλεύς, πολλὰ εἰδὼς καὶ πολλοῖς συγγεγονὼς τῶν σοφῶν, ἐκάλει αὐτὸν ἐπὶ δώροις καὶ μισθοῖς, ὅπως ἀκούοι αὐτοῦ διαλεγομένου τοὺς λόγους τούτους. οὕτω δὴ καὶ ἐγὼ ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις, ἐπειδή με ἐκάλεσαν καὶ λέγειν ἠξίουν, οὐ κατὰ δύο καὶ τρεῖς ἀπολαμβάνων ἐν παλαίστραις καὶ περιπάτοις:
οὐ γὰρ ἦν δυνατὸν οὕτως ἐν ἐκείνῃ τῇ πόλει συγγίγνεσθαι: πολλοῖς δὲ καὶ ἀθρόοις εἰς ταὐτὸ συνιοῦσιν, ὅτι δέονται παιδείας κρείττονος καὶ ἐπιμελεστέρας, εἰ μέλλουσιν εὐδαίμονες ἔσεσθαι τῷ ὄντι κατ ἀλήθειαν, ἀλλὰ μὴ δόξῃ τῶν πολλῶν ἀνθρώπων, ὥσπερ νῦν, ἥτις αὐτοὺς μεταπείσει καὶ διδάξει ὅτι τούτων μὲν οὐδέν ἐστιν ἀγαθόν, ὑπὲρ ὧν σπουδάζουσι καὶ πάσῃ προθυμίᾳ κτῶνται, καὶ νομίζουσιν, ὅσῳ ἂν πλείω κτήσωνται, τοσούτῳ ἄμεινον βιώσεσθαι καὶ μακαριώτερον: καὶ ταῖς ψυχαῖς ἀναλάβωσι, διδασκάλους ποθὲν τούτων εὑρόντες καὶ τῶν ἄλλων ἁπάντων ἀμελήσαντες, εἴτε Ἕλληνας εἴτε Ῥωμαίους εἴτε τις παρὰ Σκύθαις ἢ παρ Ἰνδοῖς ἀνήρ ἐστι διδάσκαλοσὧν εἶπον, ὥσπερ οἶμαι τοξικῆς τε καὶ ἱππικῆς ἢ νὴ Δία ἰατρός τις θεραπεύειν ἐπιστάμενος τὰ νοσήματα τοῦ σώματος, οὕτως ἱκανὸς ὢν ἰᾶσθαι τὰς τῆς ψυχῆς νόσους, ὅστις ἀκολασίας καὶ πλεονεξίας καὶ τῶν τοιούτων ἀρρωστημάτων δυνήσεται ἀπαλλάξαι τοὺς ὑπ αὐτῶν κρατουμένους, τοῦτον παραλαβόντας καὶ ἀγαγόντας, λόγῳ πείσαντασἢ φιλίᾳ:
χρήμασι μὲν γὰρ οὐ δυνατὸν ἄνδρα πεισθῆναι τοιοῦτον οὐδὲ ἄλλοις δώροις:
καταστήσαντας δὲ εἰς τὴν ἀκρόπολιν νόμῳ προαγορεῦσαι τοὺς νέους ἅπαντας φοιτᾶν παρ αὐτὸν καὶ συνεῖναι, καὶ μηδὲν ἧττον τοὺς πρεσβυτέρους, ἑώς ἂν ἅπαντες σοφοὶ γενόμενοι καὶ δικαιοσύνης ἐρασθέντες, καταφρονήσαντες χρυσοῦ καὶἀργύρου καὶ ἐλέφαντος καὶ ὄψου δὴ καὶ μύρου καὶ ἀφροδισίων, εὐδαίμονες οἰκῶσι καὶ ἄρχοντες μάλιστα καὶ πρῶτον αὑτῶν, ἔπειτα καὶ τῶν ἄλλων ἀνθρώπων: τότε γάρ, ἔφην, ἔσται ὑμῶν ἡ πόλις μεγάλη καὶ ἰσχυρὰ καὶ ἄρχουσα κατ ἀλήθειαν:
ὡς τό γε νῦν τὸ μέγεθος αὐτῆς ὕποπτον καὶ οὐ πάνυ ἀσφαλές. ὅσῳ γὰρ ἄν,ἔφην, πλείων ἥ τε ἀνδρεία καὶ ἡ δικαιοσύνη. καὶ ἡ σωφροσύνη γίγνηται παρ ὑμῖν, τοσούτῳ ἔλαττον ἔσται τό τε ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἐλεφάντινα σκεύη καὶ τὰ ἠλέκτρινα καὶ κρύσταλλος καὶ θύον καὶ ἔβενος καὶ ὁ τῶν γυναικῶν κόσμος καὶ τὰ ποικίλματα καὶ αἱ βαφαὶ καὶ ξύμπαντα ἁπλῶς τὰ νῦν ἐν τῇ πόλει τίμια καὶ περιμάχητα, ἐλαττόνων αὐτῶν δεήσεσθε: ὅταν δὲ ἐληλυθότες ἦτε ἐπ ἄκρον ἀρετῆς, οὐδενός:
καὶ οἰκίας μικροτέρας καὶ ἀμείνους οἰκήσετε, καὶ οὐ τοσοῦτον ὄχλον θρέψετε ἀνδραπόδων ἀργῶν καὶ πρὸς οὐδὲν χρησίμων. τὸ δὲ πάντων παραδοξότατον: ὑμῖν ὁ λιβανωτὸς καὶ τὰ θυμιάματα καὶ τὰ στεφανώματα, καὶ θύσετε ἐλάττους θυσίας καὶ ἀπ ἐλάττονος δαπάνης, καὶ τὸ πᾶν πλῆθος τὸ νῦν παρ ὑμῖν τρεφόμενον πολὺ ἔλαττον ἔσται, καὶ ἡ ξύμπασα πόλις, ὥσπερ ναῦς κουφισθεῖσα, ἀνακύψει τε καὶ πολὺ ἔσται ἐλαφροτέρα καὶ ἀσφαλεστέρα.
ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντιε ἐγενέσθην.
ὡς δὲ νῦν τὰ παρόντα διάκειται, χρημάτων ἕνεκα πλήθους, ἃ πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἤθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ σωμάτων καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆς τε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαί τε καὶ ἀνάψαι. τὰ γὰρ τοιαῦτα οὐχ ἧττόν γε πέφυκεν ἐξάπτειν τὴν τῶν ἀνθρώπων ὕβριν καὶ ἀκολασίαν.
οὐ μέντοι ἔλεγον ὡς χαλεπὸν αὐτοῖς παιδευθῆναι, ἐπεὶ καὶ τἄλλα, ἔφην, οὐδενὸς βελτίους πρότερον ὄντες ὅσα ἐβουλήθητε ῥᾳδίως ἐμάθετε: λέγω δὲ ἱππικὴν καὶ τοξικὴν καὶ ὁπλιτικήν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기