호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν οὖν ἐπεξῆλθεν ὁ λόγοσ καθ’ αὑτὸν ἐκβάσ· τυχὸν γὰρ οὐ ῥᾴδιον τὸν τοῦ φιλοσόφου νοῦν καὶ λόγον ἐπισχεῖν, ἔνθα ἂν ὁρμήσῃ, τοῦ ξυναντῶντοσ ἀεὶ φαινομένου ξυμφέροντοσ καὶ ἀναγκαίου τοῖσ ἀκροωμένοισ, οὐ μελετηθέντα πρὸσ ὕδωρ καὶ δικανικὴν ἀνάγκην, ὥσπερ οὖν ἔφη τισ, ἀλλὰ μετὰ πολλῆσ ἐξουσίασ καὶ ἀδείασ. οὐκοῦν τό γε ἀναδραμεῖν οὐ χαλεπόν, ὥσπερ ἐν πλῷ τοῖσ ἱκανοῖσ κυβερνήταισ οὐ πολὺ παραλλάξασι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기