호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ πατὴρ αὐτοῦ τελευτᾷ πάντων εὐδαιμονέστατοσ, πλὴν ὅσα λελύπητο περὶ τῶν παίδων τῶν τετελευτηκότων. καὶ αὐτὸσ βασιλεύσασ συχνο ἔτη καὶ πλεῖστα τῆσ Ἀσίασ καταστρεψάμενοσ γηραιὸσ ἀποθνῄσκει, καὶ θάπτεται πρὸ τῆσ πόλεωσ. τὴν δὲ ἀρχὴν Σκαμανδρίῳ τῷ παιδὶ κατέλιπεν. ταῦτα δὲ ἔχοντα οὕτωσ ἐπίσταμαι σαφῶσ ὅτι οὐδεὶσ ἀποδέξεται, φήσουσι δὲ ψευδῆ πάντεσ εἶναι, πλὴν τῶν φρονούντων, οὐ μόνον οἱ Ἕλληνεσ, ἀλλὰ καὶ ὑμεῖσ. ἡ γὰρ διαβολὴ σφόδρα χαλεπόν ἐστι καὶ τὸ ἐξηπατῆσθαι πολὺν χρόνον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기