- 텍스트

Dio, Chrysostom, Orationes, ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.? 61:

(디오, 크리소토모스, 연설, ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. 61:)

καὶ γὰρ Αἰθιόπων βασιλεύειν τὸν αὑτοῦ ἀνεψιὸν Μέμνονα, ἐκ Τιθωνοῦ ὄντα τοῦ Πριάμου ἀδελφοῦ. ἐλθεῖν γὰρ αὐτὸν εἰς Τροίαν μνηστῆρα , ἄγειν δὲ καὶ τὸν Ἡρακλέα φίλον ὄντα καὶ ξένον Λαομέδοντι. καὶ ἄλλα πολλὰ ἔλεγεν ἐπαγωγά, καὶ δῶρα ἐδίδου τῇ τε Λήδᾳ καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν, ὅσα οὐδὲ ξύμπαντεσοἱ Ἕλληνες ἐδύναντο. ἔφη δὲ καὶ ξυγγενὴς εἶναι τῆς Ἑλένης καὶ αὐτός: ἀπὸ γὰρ Διὸς εἶναι τὸν Πρίαμον: πυνθάνεσθαι δὲ κἀκείνους καὶ τὴν ἀδελφὴν αὐτῶν Διὸς ὄντας. τῷ δὲ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ μὴ προσήκειν ὀνειδίζειν αὐτῷ τὴν πατρίδα: καὶ γὰρ αὐτοὺς εἶναι Φρύγας ἀπὸ Σιπύλου. πολὺ δὴ κρεῖττον τοῖσβασιλεῦσι κηδεύειν τῆς Ἀσίας ἢ τοῖς ἐκεῖθεν μετανάσταις. καὶ γὰρ Λαομέδοντα Τελαμῶνι δοῦναι τὴν ἑαυτοῦ θυγατέρα Ἡσιόνην:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION