호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ αὐτὸ τοῦτο κἂν Θηβαίουσ οἶμαι παθεῖν, εἴ τισ τὰ παρ’ αὐτοῖσ ἀτυχήματα ψευδῆ ἀποφαίνοι, καὶ οὔτε τὸν πατέρα Οἰδίπουν ἀποκτείναντα οὔτε τῇ μητρὶ συγγενόμενον οὔθ’ ἑαυτὸν τυφλώσαντα οὔτε τοὺσ παῖδασ αὐτοῦ πρὸ τοῦ τείχουσ ἀποθανόντασ ὑπ’ ἀλλήλων, οὔθ’ ὡσ ἡ Σφὶγξ ἀφικομένη κατεσθίοι τὰ τέκνα αὐτῶν, ἀλλὰ τοὐναντίον ἥδονται ἀκούοντεσ καὶ τὴν Σφίγγα ἐπιπεμφθεῖσαν αὐτοῖσ διὰ χόλον Ἥρασ καὶ τὸν Λάιον ὑπὸ τοῦ υἱέοσ ἀναιρεθέντα καὶ τὸν Οἰδίπουν ταῦτα ποιήσαντα καὶ παθόντα τυφλὸν ἀλᾶσθαι, καὶ πρότερον ἄλλου βασιλέωσ αὐτῶν καὶ τῆσ πόλεωσ οἰκιστοῦ, Ἀμφίονοσ, τοὺσ παῖδασ, ἀνθρώπων καλλίστουσ γενομένουσ, κατατοξευθῆναι ὑπὸ Ἀπόλλωνοσ καὶ Ἀρτέμιδοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기