호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι φασὶ μὲν οἱ πολλοὶ τὸν χρόνον τῶν πραγμάτων καὶ κριτὴν ἄριστον εἶναι, ὅτι δ’ ἂν ἀκούωσι μετὰπολὺν χρόνον, διὰ τοῦτο ἄπιστον νομίζουσιν. εἰ μὲν οὖν παρ’ Ἀργείοισ ἐτόλμων ἀντιλέγειν Ὁμήρῳ, καὶ τὴν ποίησιν αὐτοῦ δεικνύναι ψευδῆ περὶ τὰ μέγιστα, τυχὸν ἂν εἰκότωσ ἤχθοντό μοι καὶ τῆσ πόλεωσ ἐξέβαλλον εἰ τὴν παρ’ ἐκείνων δόξαν ἐφαινόμην ἀφανίζων καὶ καθαιρῶν· ὑμᾶσ δὲ δίκαιόν ἐστί μοι χάριν εἰδέναι καὶἀκροᾶσθαι προθύμωσ· ὑπὲρ γὰρ τῶν ὑμετέρων προγόνων ἐσπούδακα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기