호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δὲ Ὀρέστην καὶ αὐτὸν δήπου ὁρᾷσ ἐν ταῖσ τραγῳδίαισ ἐγκαλοῦντα τῷ θεῷ καὶ μεμφόμενον, ὁπότε μαίνοιτο, ὡσ συμβουλεύσαντοσ ἐκείνου τὴν μητέρα ἀποκτεῖναι. καί τοι μὴ νόμιζετὸν Ἀπόλλωνα χαλεπόν τι ἢ αἰσχρὸν προστάξαι τοῖσ ἐρωτῶσιν αὐτόν. ἀλλ’ ὅπερ εἶπον, χρῆσθαι τῷ θεῷ ἀδύνατοι ὄντεσ, ἔπειτα ἐπιχειροῦντεσ, οὐχ αὑτούσ, ἀλλ’ ἐκεῖνον αἰτιῶνται. σὺ οὖν, ἐάν μοι πεισθῇσ, φυλάξῃ, καὶ πρότερον προθυμήσῃ γνῶναι σεαυτόν, ἔπειτα φρονήσασ, ἐὰν δοκῇ σοι, τότε ἤδη μαντεύσῃ. ἐγὼ μὲν γὰροἶμαί σε μηδὲν δεήσεσθαι μαντείασ νοῦν ἔχοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기