호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ νῦν μὲν ὅταν αὐτὸσ ᾖσ ἐν τῇ οἰκίᾳ, οὐ φροντίζεισ μή τι αὐτὸσ ὑφέλῃ, οὐδὲ ὅταν καθεύδῃσ, μὴ ἐγρηγορὼσ ὁ παῖσ κακόν τι ἐργάσηται. πάντα δὴ ταῦτα δεῖ σε σκοπεῖν. γυναῖκα τοίνυν εἰ ἔχεισ, τότε μὲν οὐκ ἂν ἠξίου σε θεραπεύειν, ὁρῶσα οἰκέτην ἔνδον τρεφόμενον, καὶ τὰ μὲν ἐκείνῳμαχομένη, τὰ δὲ αὐτὴ τρυφῶσα, ἐνοχλεῖν σε ἔμελλεν· νῦν δὲ ἧττον μὲν αὐτὴ ἀργήσει, μᾶλλον δὲ σοῦ ἐπιμελήσεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기