호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἄλλων μὲν ἥδοντολοιδορουμένων, αὐτοὶ δὲ ἐφοβοῦντο καὶ ἀνεχώρουν. καὶ εἰ μὲν ἔσκωπτέν τε καὶ ἔπαιζεν, ὥσπερ εἰώθει ἐνίοτε, ὑπερφυῶσ ἔχαιρον, ἀνατειναμένου δὲ καὶ σπουδάσαντοσ οὐχ ὑπέμενον τὴν παρρησίαν· καθάπερ οἶμαι τὰ παιδία προσπαίζοντα ἥδεται τοῖσ γενναίοισ κυσίν, ἐπειδὰν δὲ χαλεπήνῃ καὶ ὑλάξῃ μεῖζον, ἐξεπλάγη καὶ τῷδέει τέθνηκε. καὶ τότε ἐκεῖνοσ ἐποίει ταὐτά, οὐδὲν μεταστρεφόμενοσ οὐδὲ φροντίζων, εἴτε ἐπαινοίη τισ αὐτὸν εἴτε καὶ ψέγοι τῶν παρόντων, οὐδὲ εἰ τῶν πλουσίων τε καὶ ἐνδόξων ἢ στρατηγὸσ ἢ δυνάστησ διαλέγοιτο προσελθὼν ἢ τῶν πάνυ φαύλων τε καὶ πενήτων·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기