호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνίοτε μὲν οὖν ἐπέτεινεν αὐτόν, ἐνίοτε δὲ ἐπειρᾶτο ἀνιέναι, ὥσπερ οἱ χορδοστρόφοι τὰ νεῦρα , προσέχοντες μὴ ῥαγῇ. ἐπεὶ δὲ ἀπέθανεν ὁ Ἀντισθένης καὶ τῶν ἄλλων οὐδένα ἡγεῖτο συνουσίας ἄξιον, μετέβη εἰς Κόρινθον, κἀκεῖ διῆγεν οὔτε οἰκίαν μισθωσάμενος οὔτε παρὰ ξένῳ τινὶ καταγόμενος, ἀλλ ἐν τῷ Κρανείῳ θυραυλῶν. ἑώρα γὰρ ὅτι πλεῖστοι ἄνθρωποι ἐκεῖ συνίασιδιὰ τοὺς λιμένας καὶ τὰς ἑταίρας, καὶ ὅτι ἡ πόλις ὥσπερ ἐν τριόδῳ τῆς Ἑλλάδος ἔκειτο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기