호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συναγαγόντα δὴ πλῆθοσ στρατοῦ πολύ εἶναι γὰρ οὐκ ἀφανεῖσ τοῖσ τε σύρμασι τῶν ὄφεων καὶ ὀσμῆσ αὐτόθεν δεινῆσ φερομένησ· οὕτω περισχόντα πανταχόθεν πῦρ ἐμβαλεῖν, καὶ τὰσ μὲν ἀποληφθείσασ ἀπολέσθαι μετὰ τῶν σκύμνων, τοὺσ δὲ Λίβυασ φεύγειν κατὰ τάχοσ ἀπὸ τοῦχωρίου, μήτε νύκτα μήτε ἡμέραν ἀναπαυομένουσ, μέχρι νομίζοντεσ πολὺ προειληφέναι κατέζευξαν παρὰ ποταμόν τινα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기