Dio, Chrysostom, Orationes, περὶ ΒΑΣΙΛΕΙΑΣ δ. 157:

(디오, 크리소토모스, 연설, περὶ ΒΑΣΙΛΕΙΑΣ δ. 157:)

πάλιν δὲ ὁ μὲν φιλόδοξοσ συμβουλεύει καὶ παρακαλεῖ προϊέσθαι τὰ ὄντα τιμῆσ ἕνεκεν· ὁ δὲ καὶ πρὸσ τοῦτον ἀπομάχεται καὶ ἀντιβαίνει. καὶ μὴν ὅ γε τῆσ ἡδονῆσ φίλοσκαὶ ὁ τῆσ δόξησ οὔποτε δύνανται συνᾷσαι οὐδὲ τὸ αὐτὸ εἰπεῖν. ὁ μὲν γὰρ καταφρονεῖ τῆσ δόξησ καὶ λῆρον ἡγεῖται καὶ τὸ τοῦ Σαρδαναπάλλου προφέρεται πολλάκισ ἐλεγεῖον, τόσσ’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτοσ τέρπν’ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ὄλβια πάντα λέλειπται, καὶ μάλιστα τὸν θάνατον ἀεὶ πρὸ ὀφθαλμῶν δείκνυσιν, ὡσ οὐδενὸσ ἔτι τῶν ἡδέων δυνησομένῳ μετασχεῖν·

SEARCH

MENU NAVIGATION