호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ τῳ οὐ φίλον πτηνὸν αὐτὸν διανοεῖσθαι καὶ ποιεῖν, ὁ δὲ ἀφομοιούτω αὐτὸν τῇ τοῦ Ἰξίονος χαλεπῇ καὶ βιαίῳ φορᾷ τε καὶἀνάγκῃ, τροχοῦ τινος ῥύμῃ κύκλῳ κινουμένου τε καὶ φερομένου. οὐ γὰρ ἀπεοικὸς οὐδὲ μακρὰν δὴ τῶν σοφῶν τε καὶ κομψῶν εἰκασμάτων εἰή ἂν ὁ τροχὸς δόξῃ παραβαλλόμενος, τῇ τε κινήσει καὶ μεταβολῇ πάνυ ῥᾳδίως περιθέων, ἐν δὲ τῇ περιφορᾷ παντοῖα σχήματα τὴν ψυχὴν ἀναγκάζων λαμβάνειν μᾶλλον ἢ ὁ τῶν κεραμέων τὰ ἐπ αὐτῷ πλαττόμενα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기