호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡγεῖται δὲ τοῖς ἄλλοις ἀνθρώποις συμφέρειν τὴν αὑτοῦ πρόνοιαν οὕτως ὡς αὐτῷ τὴν ἐκείνων ἀρχήν. καὶ μὴν ἐκεῖνο ἑαυτῷ συνειδὼς ὡς οὔποτε δῶρον δέξεται παρὰ κακῶν ἀνδρῶν, οὐδὲ τοὺς θεοὺς ἀναθήμασιν οὐδὲ θυσίαις οἰέται χαίρειν τῶν ἀδίκων , παρὰ μόνων δὲ τῶν ἀγαθῶν προσίεσθαι τὰ διδόμενα. τοιγαροῦν θεραπεύειν ἀφθόνως αὐτοὺς σπουδάσει καὶ τούτοις: ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ ταῖς δικαίαις πράξεσιν. ἕκαστόν γε μὴν τῶν θεῶν ἱλάσκεται κατὰ δύναμιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기