호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σωκράτης Ἀθήνησι, πρεσβύτης ἀνὴρ καὶ πένης, ὃν καὶ σὺ γιγνώσκεις ἀκοῇ πρὸ πάνυ πολλῶν ἐτῶν γενόμενον, πυθομένου τινὸς εἰ εὐδαίμονα νομίζοι τὸν Περσῶν βασιλέα, Τυχόν, εἶπεν, εὐδαίμων: οὐκ ἔφη δὲ αὐτὸς εἰδέναι διὰ τὸ μὴ συγγενέσθαι αὐτῷ μηδὲ γιγνώσκειν ὁποῖός ἐστι τὴν διάνοιαν, ὡς οὐκ ἀλλαχόθεν οἶμαιγιγνόμενον τὸ εὐδαιμονεῖν, ἀπὸ χρυσωμάτων ἢ πόλεων ἢ χώρας ἢ ἄλλων ἀνθρώπων, ἑκάστῳ δὲ παρά τε αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας. ὁ μὲν οὖν Σωκράτης, ὅτι ἐτύγχανεν ἄπειρος ὢν τοῦ Πέρσου τῆς ψυχῆς, ἄπειρος ἡγεῖτο εἶναι καὶ τῆς εὐδαιμονίας αὐτοῦ.
ἐγὼ δέ, ὦ γενναῖε αὐτοκράτορ, παραγέγονά σοι, καὶ τυχὸν οὐδενὸς ἧττονἔμπειρός εἰμι τῆς σῆς φύσεως, ὅτι τυγχάνεις χαίρων ἀληθείᾳ καὶ παρρησίᾳ μᾶλλον ἢ θωπείᾳ καὶ ἀπάτῃ. αὐτίκα τὰς μὲν ἀλόγους ἡδονὰς ὑποπτεύεις, καθάπερ ἀνθρώπους κόλακας, τοὺς δὲ πόνους ὑπομένεις, ἐλέγχους ὑπολαμβάνων εἶναι τῆς ἀρετῆς.
ἐπειδὴ δὲ ὁρῶ σε, αὐτοκράτορ, ἐντυγχάνοντα τοῖς παλαιοῖς ἀνδράσι καὶσυνιέντα φρονίμων καὶ ἀκριβῶν λόγων, φημὶ δὴ σαφῶς ἄνδρα εἶναι μακάριον, τὸν μεγίστην μὲν ἔχοντα δύναμιν μετὰ τοὺς θεούς, κάλλιστα δὲ τῷ δύνασθαι χρώμενον. ὅταν ᾖ νομιμώτερος μὲν δικαστὴς τῶν κατὰ κλῆρον δικαζόντων, ἐπιεικέστερος δὲ βασιλεὺς τῶν ὑπευθύνων ἐν ταῖς πόλεσιν ἀρχόντων, δικαιότερος δὲ στρατηγὸς τῶν ἑπομένων στρατιωτῶν, φιλοπονώτερος δὲ ἐν ἅπασι τοῖς ἔργοις τῶνὑπ ἀνάγκης πονούντων, ἔλαττον δὲ βουλόμενος τρυφᾶν τῶν μηδεμιᾶς εὐπορούντων τρυφῆς, εὐνούστερος δὲ τοῖς ὑπηκόοις τῶν φιλοτέκνων πατέρων, φοβερώτερος δὲ τοῖς πολεμίοις τῶν ἀνικήτων καὶ ἀμάχων θεῶν, πῶς οὐκ ἂν εἴποι τις τοῦδε τοῦ ἀνδρὸς ἀγαθὸν εἶναι τὸν δαίμονα, οἰκ αὐτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι·
τῶν μὲν γὰρ πολλῶν ἀνθρώπων καὶ ἰδιωτῶν ὀλίγος ὁ δαίμων καὶ μόνου τοῦ ἔχοντος:
ὅτου δ ἄν παμπληθεῖς μὲν ὑπακούωσι πόλεις, πάμπολλα δὲ ἔθνη κυβερνᾶται διὰ τῆς γνώμης, ἀνήριθμα δὲ φῦλα ἀνθρώπων καὶ ἄμικτα ἀλλήλοις ἀποβλέπῃ πρὸς τὴν φρόνησιν, πάντων οὗτος ἀνθρώπων γίγνεται σωτὴρ καὶ φύλαξ, ἄνπερ ᾖ τοιοῦτος. τοῦ γὰρ πάντων ἄρχοντος καὶ κρατοῦντος ἡ μὲν φρόνησις ἱκανὴ καὶ τοὺς ἄφρονας ὠφελεὶν: βουλεύεται γὰρ ὁμοίως ὑπὲρ πάντων. ἡ δὲ σωφροσύνη καὶ τοὺς ἀκολαστοτέρους σωφρονεστέρους ποιεῖ:
ἐφορᾷ γὰρ ὁμοίως ἅπαντας. ἡ δὲ δικαιοσύνη καὶ τοῖς ἀδίκοις αὑτῆς μεταδίδωσιν, ἡ δὲ ἀνδρεία καὶ τοὺς ἧττον εὐψύχους οὐ μόνον σῴζειν, ἀλλὰ καὶ θαρραλεωτέρους ποιεῖν δύναται. οὔτε γὰρ δειλὸς οὕτως ἄγαν οὐδεὶς ὥστε μὴ θαρρεῖν ἑπόμενος μεθ οὗ νικᾶν ἕτοιμον, οὔτε ἐπὶ τοσοῦτον ἀνειμένος ὥστε ῥᾳθυμεῖν παραταττόμενον ὁρῶν ᾧ μόνῳ τὸ προστάττειν ἔνειμεν ὁ θεός, οὐδ αὖ σφόδρα οὕτως ἀναίσχυντος ὥστε περὶ ἑτέρου πονεῖν ἀναγκαῖον, τούτῳ δὲ μὴ συμπονεῖν ἐθέλειν.
δοκεῖ δέ μοι καὶ Ὅμηρος αὐτὸ τοῦτο φράζειν:
μνησθεὶς γὰρ τοῦ χρηστοῦ βασιλέως ἐπὶ πᾶσιν εἴρηκεν, ἀρετῶσι δὲ λαοὶ ὑπ αὐτοῦ. ὁ γὰρ τοιοῦτος βασιλεὺς τοῖς μὲν ἄλλοις καλὸν κτῆμα τὴν ἀρετὴν νενόμικεν, αὑτῷ δὲ καὶ ἀναγκαῖον. τίνι μὲν γὰρ δεῖ πλείονος φρονήσεως ἢ τῷ βουλευομένῳ περὶ τῶν μεγίστων·
τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων· τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ὅτῳ πάντα ἔξεστι· τίνι δὲ ἀνδρείας ἰσχυροτέρας ἢ ὑφ οὗ πάντα σῴζεται· τίνα δὲ μᾶλλον εὐφραίνει τὰ ἔργα τῆς ἀρετῆς ἢ τὸν σύμπαντας ἀνθρώπους θεατὰς καὶ μάρτυρας ἔχοντα τῆς αὑτοῦ ψυχῆς·
ὥστε μήποτε πράξαντι μηδὲν οἱό῀ν τε λαθεῖν, οὐ μᾶλλον ἢ τῷ ἡλίῳ πορεύεσθαι διὰ σκότους: πάντα γὰρ τἄλλα ἀναφαίνων πρῶτον ἑαυτὸν ἐπιδείκνυσι. λέγω δὲ ταῦτα οὐκ ἀγνοῶν ὅτι τὰ ῥηθέντα νῦν ὑπ ἐμοῦ ἐν πλείονι χρόνῳ ἀνάγκη λέγεσθαι:
ἀλλ οὐκ ἔστι δέος μήποτε ἐγὼ φανῶ τι κολακείᾳ λέγων. οὐ γὰρ ὀλίγην οὐδὲ ἐν ὀλίγῳ χρόνῳ δέδωκα βάσανον τῆς ἐλευθερίας. εἰ δὲ ἐγὼ πρότερον μέν, ὅτε πᾶσιν ἀναγκαῖον ἐδόκει ψεύδεσθαι διὰφόβον, μόνος ἀληθεύειν ἐτόλμων, καὶ ταῦτα κινδυνεύων ὑπὲρ τῆς ψυχῆς, νῦν δέ, ὅτε πᾶσιν ἔξεστι τἀληθῆ λέγειν, ψεύδομαι, μηδενὸς κινδύνου παρεστῶτος, οὐκ ἂν εἰδείην οὔτε παρρησίας οὔτε κολακείας καιρόν.
καίτοι σύμπαντες οἱ πράττοντες ὁτιοῦν ἑκόντες ἢ χρημάτων ἕνεκα πράττουσιν ἢ δόξης ἢ δι ἡδονήν τινα ἄλλην ἢ λοιπὸν οἶμαι δι ἀρετὴν καὶ τὸ καλὸν αὐτὸ τιμῶντες.
ἐγὼ δὲ χρήματα μὲν λαβεῖν παρ οὐδενὸς πώποτε ἠξίωσα, πολλῶν δοῦναι βουλομένων, τῶν ἐμαυτοῦ δὲ ὀλίγων ὑπαρχόντων οὐ μόνον μεταδιδοὺς ἑτέροις, ἀλλὰ καὶ ῥίπτων φανήσομαι πολλάκις.
ἡδονὴν δὲ ποίαν ἐθηρώμην, ὁπότε καὶ τῶν κολάκων οἱ φανερῶς πεποιημένοιτέχνην ταύτην ὁμολογοῦσιν ἁπάντων ἀηδέστερον τὸ κολακεύειν·
πῶς γὰρ ἡδύ, ἵν ἄλλον ἀδίκως ἐπαινῇ τις, αὐτὸν δικαίως ψέγεσθαι·
καὶ μὴν οὐδὲ ἔνδοξον οὐδὲ καλὸν εἶναι δοκεῖ τὸ κολακεύειν, ἵνα τιμῆς ἕνεκεν ἢ δι ἀρετήν τις τοῦτο ἐπιτηδεύῃ.
πασῶν γάρ, ὡς ἔπος εἰπεῖν, τῶν κακιῶν αἰσχίστην τις ἂν εὑρ´οι τὴν κολακείαν. πρῶτον μὲν γὰρ τὸ κάλλιστον καὶ δικαιότατον διαφθείρει, τὸν ἔπαινον, ὥστε μηκέτι δοκεῖν πιστὸν μηδὲ ἀληθῶς γιγνόμενον, καὶ τό γε πάντων δεινότατον, τὰ τῆς ἀρετῆς ἔπαθλα τῇ κακίᾳ δίδωσιν.
ὥστε πολὺ χεῖρον δρῶσι τῶν διαφθειρόντων τὸ νόμισμα: οἱ μὲν γὰρ ὕποπτον ποιοῦσι τὸ νόμισμα, οἱ δὲ τὴν ἀρετὴν ἄπιστον. ἔπειτα δὲ οἶμαι ἀεί ποτε μὲν ὁ πονηρὸς ἀνόητος λέγεται καὶ ἔστιν ὄντως, τῷ δὲ ἄφρονι πάντας ὑπερβέβληκεν ὁ κόλαξ.
μόνος γὰρ τῶν ἀφανιζόντων τὴν ἀλήθειαν πρὸς ἐκείνους θαρρεῖ τὰ ψευδῆ λέγειν τοὺς μάλιστα εἰδότας ὅτι ψεύδεται. τίς γὰρ ἄπειρός ἐστι τῶν ἑαυτοῦ πραγμάτων· ἢ τίς ἠλίθιος οὕτως ὅστις οὐκ οἶδεν πότερον πόνοις ἢ ῥᾳθυμίᾳ χαίρει καὶ πότερον ἥδεται πλέον ἔχων ἢ τὰ δίκαια πράττων καὶ πότερον ἡδονῶν ἥττων ἐστὶν ἢ τῶν καλῶν πράξεων ἐραστής· καὶ τοίνυν ὃ μάλιστα οἰέται, χαρίζεσθαι τοῖς ἐπαινουμένοις, ἐμοὶ δοκεῖ τούτου καὶ μάλιστα ἀποτυγχάνειν:
τοὐναντίον γὰρ ἀπεχθάνεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς μὴ τελέως κούφοις. αὐτίκα ὁ τὸν πένητα μακαρίζων ὡς πλούσιον αὐτὸς μὲν ψεύδεται, τῷ δὲ μακαριζομένῳ τὴν πενίαν ὀνειδίζει.
πάλιν ὁ τὸν αἴσχιστον ὡς καλὸν ἐπαινῶν ἄλλο τι ἢ προφέρει τὸ αἶσχος αὐτῷ· ἢ ὁ τὸν ἀνάπηρον ὁλόκληρον εἶναι λέγων πῶς ἂν χαρίζοιτο ὑπομιμνήσκων τῆς ἀτυχίας· ὁ δὲ αὖ τὸν ἀνόητον ὡς φρόνιμον ὑμνῶν, οὗτος ἂν τυχὸν ἁπάντων εἰή πιθανώτερος διὰ τὴν ἄνοιαν τοῦ ἀκούοντος καὶ τοσούτῳ γε μείζονα ἐργάζεται βλάβην: ἀναπείθει γὰρ ὑπὲρ ἑαυτοῦ βουλεύεσθαι καὶ μὴ τοῖς φρονίμοις ἐπιτρέπειν.
καθόλου δὲ φωραθεὶς μὲν ὁ κόλαξ οὐ καταγιγνώσκεται μόνον, ἀλλὰ καὶ μισεῖται:
δοκεῖ γὰρ καταγελῶν λέγειν: πείσας δὲ ὡς ἀληθῶς λέγει οὐ μεγάλης τινὸς τυγχάνει χάριτος. τί γὰρ καὶ δοκεῖ χαρίζεσθαι τἀληθῆ λέγων· πολύ γε μὴν πονηρότερός ἐστι τῶν ψευδομένων μαρτύρων.
οἱ μὲν γὰρ οὐ διαφθείρουσι τὸν δικαστήν, ἀλλὰ μόνον ἐξαπατῶσιν: ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ. ἵνα δὲ μήτε ἐγὼ κολακείας αἰτίαν ἔχω τοῖς θέλουσι διαβάλλειν μήτε σὺ τοῦ κατ ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι, ποιήσομαι τοὺς λόγους ὑπὲρ τοῦ χρηστοῦ βασιλέως, ὁποῖον εἶναι δεῖ καὶ τίς ἡ διαφορὰ τοῦ προσποιουμένου μὲν ἄρχοντος εἶναι, πλεῖστον δὲ ἀπέχοντος ἀρχῆς καὶ βασιλείας.
εἰ δέ τις φήσει με τοὺς αὐτοὺς ποιεῖσθαι λόγους, τοῦτο ἂν εἰή κοινὸν ἐμοὶ τὸ ἔγκλημα καὶ Σωκράτει.
φασὶ γάρ ποτε Ἱππίαν τὸν Ἠλεῖον, διὰ χρόνου πλείονος ἀκούοντα τοῦ Σωκράτους περὶ δικαιοσύνης καὶ ἀρετῆς λέγοντος, καὶ παραβάλλοντος, ὥσπερ εἰώθει, τοὺς κυβερνήτας καὶ ἰατροὺς καὶ σκυτοτόμους καὶ κεραμέας, εἰπεῖν, ἅτε σοφιστήν, Πάλιν σὺ ταὐτά, Σώκρατες· καὶ ὅς γελάσας ἔφη, Καὶ περὶ τῶν αὐτῶν.
σὺ μὲν γάρ, ὡς ἐοίκεν, ὑπὸ σοφίας οὐδέποτε ταὐτὰ περὶ τῶν αὐτῶν λέγεις, ἡμῖν δὲ ἓν τοῦτο δοκεῖ τῶν καλλίστων εἶναι. τοὺς μὲν γὰρ ψευδομένους οἴδαμεν πολλὰ καὶ ἀνόμοια λέγοντας: τοῖς δὲ ἀληθεύουσιν οὐχ οἱό῀ν τε ἕτερα εἰπεῖν τῶν ἀληθῶν.
ἐγὼ δὲ εἰ μὲν ἑώρων ἄλλην ὑπόθεσιν σπουδαιοτέραν ἢ σοὶ μᾶλλον προσήκουσαν, ἐκείνην ἂν ἐπεχείρουν ποιήσασθαι. νῦν δὲ οὔτε ἰατρὸν ἄλλους τινὰς ἀκούειν λόγους φαίην ἂν ὀρθῶς ἢ τοὺς περὶ ὑγιείασσώματος καὶ νόσου: οὔτε κυβερνήτην ἢ τοὺς περὶ ὡρῶν καὶ ἀνέμων καὶ ἄστρων: οὗτοι γὰρ κυβερνητικοὶ δικαίως λέγονται:
οὔτε ἄρχοντα καὶ βασιλέα ἢ τοὺς περὶ ἀρχῆς τε καὶ διοικήσεως ἀνθρώπων.
ὡς δὲ καὶ περὶ τούτων ἐνόμιζε Σωκράτης πειράσομαι εἰπεῖν. τὴν περὶ τῆς εὐδαιμονίας ἐπύθετο τοῦ Σωκράτους ὁ ἐκεῖνο τὸ ἐρώτημα ἐρωτήσας, ὦ Σώκρατες, ἔφη, τοῦτο μὲν ἐπίστασαι παντὸς μᾶλλον, ὅτι τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἐκεῖνός ἐστιν ἰσχυρότατος καὶ μηδὲ τῶν θεῶν αὐτῶν ἥττονα ἔχων δύναμιν, ᾧ γε ἔνεστι καὶ τὰ ἀδύνατα δοκοῦντα ποιῆσαι δυνατά, εἰ βούλοιτο πεζεύεσθαι μὲν τὴν θάλατταν, πλεῖσθαι δὲ τὰ ὄρη, τοὺς δὲ ποταμοὺς ἐκλείπειν ὑπὸ ἀνθρώπων πινομένους.
ἢ οὐκ ἀκήκοας ὅτι Ξέρξης ὁ τῶν Περσῶν βασιλεὺς τὴν μὲν γῆν ἐποίησε θάλατταν, διελὼν τὸ μέγιστον τῶν ὀρῶν καὶ διαστήσας ἀπὸ τῆς ἠπείρου τὸν Ἄθω, διὰ δὲ τῆς θαλάττης τὸν πεζὸν στρατὸν ἄγων ἤλαυνεν ἐφ ἁρ´ματος·
ὥσπερ οἶμαι τὸν Ποσειδῶνά φησιν Ὅμηρος: καὶ τυχὸν ὁμοίως οἵ τε δελφῖνες καὶ τὰ κήτη κάτωθεν ὑπέπλει τὴν σχεδίαν, ὁπότε ἐκεῖνος ἤλαυνεν. καὶ ὁ Σωκράτης, Οὐδὲ τοῦτό σοι ἔχω εἰπεῖν, εἴτε μέγιστον ὁ ταῦτα ποιῶν δύναται, καθάπερ σὺ λέγεις, εἴτε ἐλάχιστον ἢ τὸ παράπαν οὐδέν.
αὐτίκα εἰ μὲν ἦν σώφρων καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ μετὰ γνώμης ἔπραττεν ὅσα ἔπραττεν, ἰσχυρὸν αὐτὸν ἡγοῦμαι καὶ μεγίστην ἔχειν τῷ ὄντι δύναμιν: εἴ δὲ αὖ δειλὸς καὶ ἀνόητος καὶ ἀσελγὴς καὶ παράνομος καὶ δι ὕβριν ταῦτα ἐπιχειρῶν, τοὐναντίον ἔμοιγε ἀσθενέστερος εἶναι δοκεῖ τῶν σφόδρα πενήτων καὶ μηδὲ ἕνα γῆς κεκτημένων βῶλον, ὥστε διαθρύψαι μακέλλῃ τροφῆς ἕνεκεν, .
δὲ ἀπώσασθαι λύπην, ἐνίοτε μηδενὸς λυπηροῦ παρόντος, οὐ δυνάμενος δὲ ὑπομεῖναι πόνους, οὐδὲ τοὺς ἡδονῆς ἕνεκεν γιγνομένους, ἀδύνατος δὲ τῆς ψυχῆς ἀπελάσαι φόβον, οὐδὲν ὠφελοῦντα ἐν τοῖς δεινοῖς, ἀλλὰ τὰ μέγιστα βλάπτοντα, πῶς οὐκ ἄνανδρος σφόδρα, ἡττώμενος μὲν γυναικῶν, ἡττώμενος δὲ εὐνούχων·
ἢ σὺ ἰσχυρὸν εἶναι λέγεις τὸν καὶ τοῦ μαλακωτάτου πάντων ἀσθενέστερον, ὕπνου·
ὑφ οὗ ξυμποδισθεὶς πολλάκις ἄνευ δεσμῶν οὐχ ὅπως ἄλλοις, ἀλλ οὐδ ἑαυτῷ δύναται βοηθεῖν οὐδὲ ἐπίκουρον οὐδένα καλέσαι τῶν βουλομένων ἀμύνειν· ταῦτα δὲ ἀκούσας εἶπεν, Ἐκεῖνο μέντοι οἶσθα δήπου, ὦ Σώκρατες, ὅτι τῆς ἁπάσης οἰκουμένης τοῦ πλείστου καὶ ἀρίστου βασιλεύει μέρους.
ἔξω γὰρ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας καί τινων ὀλίγων ἐθνῶν ἄλλων τῶν κατὰ τὴν Εὐρώπην ξύμπαντα τἄλλα ὑφ ἑαυτῷ πεποίηται, καὶ τῆς μὲν καλουμένης Ἀσίας ὅλης ἄρχει μέχρις Ἰνδῶν: πολλοὺς δὲ καὶ αὐτῶν φασιν ὑπακούειν:
τῆς δὲ Λιβύης τοῦ πλείονος μέρους: ἐν δὲ τῇ Εὐρώπῃ Θρᾴκης καὶ Μακεδονίας: ἁπάντων τούτων κρατεῖ: ὅθεν δὴ καὶ μέγας βασιλεὺς κέκληται μόνος ἐκεῖνος. καὶ ὁ Σωκράτης εἶπεν, Ἀλλ οὐδὲ τοῦτο οἶδα ὅλως γε, εἰ βασιλεύς ἐστι τὴν ἀρχὴνοὐδεμιᾶς πόλεως ἢ κώμης.
σὺ ἄρα, εἶπε, μόνος ἀνήκοος εἶ τούτων ἃ πάντες ἴσασιν· ἀκούω, ἔφη, πολλῶν λεγόντων ἃ σὺ λέγεις καὶ Ἑλλήνων καὶ βαρβάρων: ὃ δὲ οὐκ ἐᾷ με γιγνώσκειν ὃ λέγω τοιοῦτόν ἐστιν: οὐκ οἶδα, ὦ ἄριστε, εἰ νομίμως καὶ δικαίως τούτων ἁπάντων προέστηκεν καὶ τοιοῦτος ὢν ὁποῖον εἴρηκα πολλάκις:
εἰ μὲν γὰρ εὐγνώμων καὶ φιλάνθρωπος καὶ νόμιμος ὢν ἐπὶ σωτηρίᾳ καὶ τῷ συμφέροντι τῶν ἀρχομένων ἐπιμελεῖται, αὐτὸς πρῶτος εὐδαίμων ὤν, καθάπερ εἶπον, καὶ τοῖς ἄλλοις μεταδιδοὺς τῆς αὑτοῦ εὐδαιμονίας, οὐ δίχα θεὶς τό τε αὑτοῦ καὶ τὸ τῶν ἀρχομένων συμφέρον, ἀλλὰ τότε χαίρων μάλιστα καὶ τότε νομίζωνἄριστα πράττειν, ὅταν ὁρᾷ καλῶς πράττοντας τοὺς ἀρχομένους, δυνάμει τε μέγιστός ἐστιν καὶ βασιλεὺς ἀληθῶς: δὲ καὶ πλείστας καρπούμενος ἡδονάς, ῥᾳθύμως δὲ διάγων καὶἀπόνως:
τοὺς δὲ ὑπηκόους ἅπαντας ἡγούμενος δούλους καὶ ὑπηρέτας τῆς αὑτοῦ τρυφῆς, οὐδὲ ποιμένος ἐπιεικοῦς ἔχων ἦθος, σκέπης καὶ νομῆς προνοούμενος τοῖς αὑτοῦ κτήνεσιν, ἔτι δὲ θῆρας ἀπαμύνων καὶ φῶρας προφυλάττων, ἀλλ αὐτὸς πρῶτος διαρπάζων τε καὶ φθείρων καὶ τοῖς ἄλλοις ἐπιτρέπων, καθάπερ, οἶμαι, πολεμίωνλείαν, οὐκ ἄν ποτε εἴποιμι τὸν τοιοῦτον ἄρχοντα ἢ αὐτοκράτορα ἢ βασιλέα, πολὺ δὲ μᾶλλον τύραννον καὶ λευστῆρα, ὥς ποτε προσεῖπεν ὁ Ἀπόλλων τὸν Σικυώνιον τύραννον, εἰ καὶ πολλὰς μὲν ἔχοι τιάρας, πολλὰ δὲ σκῆπτρα ὑπακούοιεν αὐτῷ.
τοιαῦτα μὲν ἐκεῖνος εἰώθει λέγειν, προτρέπων ἀεὶ πρὸς ἀρετὴν καὶ βελτίους ποιῶν καὶ ἄρχοντας καὶ ἰδιώτας.
ὅμοια δὲ εἰρήκασι περὶ ἀρχῆς καὶ βασιλείας οἱ μετ αὐτόν, ὡς οἱό῀ν τε ἑπόμενοι τῇ σοφωτάτῃ γνώμῃ. αὐτὰ δὲ πρῶτα δηλοῖ τὰ ὀνόματα τὴν διαφορὰν τῶν πραγμάτων. λέγεται γὰρ ἡ μὲν ἀρχὴ νόμιμος ἀνθρώπων διοίκησις καὶ πρόνοια ἀνθρώπων κατὰ νόμον, βασιλεία δὲ ἀνυπεύθυνος ἀρχή, ὁ δὲ νόμος βασιλέως δόγμα.
ὁ δὲ τύραννος καὶ ἡ τυραννὶς ἐναντίον τούτοις βίαιος καὶ παράνομος χρῆσις ἀνθρώπων τοῦ δοκοῦντος ἰσχύειν πλέον.
τρία γὰρ εἴδη, τὰ φανερώτατα, πολιτειῶν γιγνομένων κατὰ νόμον καὶ δίκην μετὰ δαίμονός τε ἀγαθοῦ καὶ τύχης ὁμοίας:
μία μὲν ἡ πρώτη καὶ μάλιστα συμβῆναι δυνατή, περὶ ἧς ὁ νῦν λόγος, εὖ διοικουμένης πόλεως ἢ πλειόνων ἐθνῶν ἢ ξυμπάντων ἀνθρώπων ἑνὸς ἀνδρὸς ἀγαθοῦ γνώμῃ καὶ ἀρετῇ: δευτέρα δὲ ἀριστοκρατία καλουμένη, οὔτε ἑνὸς οὔτε πολλῶν τινων, ἀλλὰ ὀλίγων τῶν ἀρίστων ἡγουμένων, πλεῖον ἀπέχουσα ἤδη τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος:
οὐκ ἀγαθὸν πολυκοιρανίη:
εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω. τρίτη δὲ πασῶν ἀδυνατωτάτη σχεδὸν ἡ σωφροσύνῃ καὶ ἀρετῇ δήμου προσδοκῶσά ποτε εὑρήσειν κατάστασιν ἐπιεικῆ καὶ νόμιμον, δημοκρατία προσαγορευομένη, ἐπιεικὲς ὄνομα καὶ πρᾷον, εἴπερ ἦν δυνατόν.
τρισὶ δὲ ταύταις, ὥσπερ εἴρηται, πολιτείαις τρεῖς ἐναντίαι παράνομοι διαφθοραί, ἡ μὲν πρώτη τε καὶ ἀρίστη καὶ μόνη δυνατή, τυραννίς, ἑνὸς ὕβρει καὶ βίᾳ τοῦ κακίστου τῶν ἄλλων ἀπολλυμένων:
ἡ δὲ μετ ἐκείνην ὀλιγαρχία, σκληρὰ καὶ ἄδικος πλεονεξία πλουσίων τινῶν καὶ πονηρῶν ὀλίγων ἐπὶ τοὺς πολλοὺς καὶ ἀπόρους συστᾶσα: ἡ δὲ ἑξῆς ποικίλη καὶ παντοδαπὴ φορὰ πλήθους οὐδὲν εἰδότος ἁπλῶς, ταραττομένου δὲ ἀεὶ καὶ ἀγριαίνοντοσὑπὸ ἀκολάστων δημαγωγῶν, ὥσπερ κλύδωνος ἀγρίου καὶ χαλεποῦ ὑπὸ ἀνέμων σκληρῶν μεταβαλλομένου.
τούτων μὲν οὖν ὁ λόγος ἄλλως ἐπεμνήσθη, πολλὰ παθήματα καὶ συμφορὰς ἑκάστης αὐτῶν ἐκ τοῦ πρότερον χρόνου δεῖξαι δυνάμενος: περὶ δὲ τῆς εὐδαίμονός τε καὶ θείας καταστάσεως τῆς νῦν ἐπικρατούσης χρὴ διελθεῖν ἐπιμελέστερον.
πολλαὶ μὲν οὖν εἰκόνες ἐναργεῖς καὶ παραδείγματα οὐκ ἀμυδρὰ τῆσδε τῆς ἀρχῆς, ἔν τε ἀγέλαις καὶ σμήνεσι διασημαινούσης τῆς φύσεως τὴν κατὰ φύσιν τοῦ κρείττονος τῶν ἐλαττόνων ἀρχὴν καὶ πρόνοιαν: ἅτε τῆς μεγίστης τυγχάνων παρὰ θεῶν τιμῆς καὶ πίστεως.
καὶ πρῶτόν γε καὶ μάλιστα θεραπεύσει τὸ θεῖον, οὐχ ὁμολογῶν μόνον, ἀλλὰ καὶ πεπεισμένος εἶναι θεούς, ἵνα δὴ καὶ αὐτὸς ἔχῃ τοὺς κατ ἀξίαν ἄρχοντας.
ἡγεῖται δὲ τοῖς ἄλλοις ἀνθρώποις συμφέρειν τὴν αὑτοῦ πρόνοιαν οὕτως ὡς αὐτῷ τὴν ἐκείνων ἀρχήν.
καὶ μὴν ἐκεῖνο ἑαυτῷ συνειδὼς ὡς οὔποτε δῶρον δέξεται παρὰ κακῶν ἀνδρῶν, οὐδὲ τοὺς θεοὺς ἀναθήμασιν οὐδὲ θυσίαις οἰέται χαίρειν τῶν ἀδίκων , παρὰ μόνων δὲ τῶν ἀγαθῶν προσίεσθαι τὰ διδόμενα. τοιγαροῦν θεραπεύειν ἀφθόνως αὐτοὺς σπουδάσει καὶ τούτοις: ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ ταῖς δικαίαις πράξεσιν. ἕκαστόν γε μὴν τῶν θεῶν ἱλάσκεται κατὰ δύναμιν. ἡγεῖται δὲ τὴν μὲν ἀρετὴν ὁσιότητα, τὴν δὲ κακίαν πᾶσαν ἀσέβειαν.
εἶναι γὰρ ἐναγεῖς καὶ ἀλιτηρίους οὐ μόνον τοὺς τὰ ἱερὰ συλῶντας ἢ λέγοντάς τι βλάσφημον περὶ τῶν θεῶν, ἀλλὰ πολὺ μᾶλλον τούς τε δειλοὺς καὶ ἀδίκους καὶ ἀκρατεῖς καὶ ἀνοήτους καὶ καθόλου τοὺς ἐναντίον τι πράττοντας τῇ τε δυνάμει καὶ βουλήσει τῶν θεῶν. οὐ μόνον δὲ ἡγεῖται θεούς, ἀλλὰ καὶ δαίμονας καὶ ἡρ´ωας ἀγαθοὺς τὰς τῶν ἀγαθῶν ἀνδρῶν ψυχὰς μεταβαλούσας ἐκ τῆς θνητῆς φύσεως:
τοῦτο δὲ βεβαιοῖ τὸ δόγμα οὐχ ἥκιστα χαριζόμενος αὑτῷ.
τήν τε τῶν ἀνθρώπων ἐπιμέλειαν οὐ πάρεργον οὐδὲ ἀσχολίαν ἄλλως νενόμικεν, βαρυνόμενος οἶμαι τὰς φροντίδας, ἀλλὰ ἔργον αὑτοῦ καὶ τέχνην ταύτην. καὶ ὅταν μὲν ἄλλο τι ποιῇ, οὐδὲν ἡγεῖται σπουδαῖον οὐδὲ τῶν αὑτοῦ πράττειν: ὅταν δὲ ἀνθρώπους ὠφελῇ, τότε νομίζει τὸ προσῆκον ἀποτελεῖν, ἅτε ὑπὸ τοῦ μεγίστου θεοῦ ταχθεὶς ἐπὶ τοῦτο τὸ ἔργον, ᾧ ἀπειθεῖν οὐ θέμις οὐδὲν οὐδὲ ἄχθεσθαι. .
οὐδεὶς γὰρ οὕτω μαλακὸς οὐδὲ φιλήδονος ὃς οἰχ ἥδεται τῇ αὑτοῦ πράξει, κἂν τύχῃ ἐπίπονος: ὡς ἥκιστα μὲν κυβερνήτης ἂν ἀχθεσθείη τοῖς ἐν θαλάττῃ πόνοις, ἥκιστα δὲ γεωργὸς τοῖς περὶ γεωργίαν ἔργοις, ἥκιστα δὲ κυνηγέτης οἷς δεῖ θηρῶντα κάμνειν:
σφόδρα δὲ κυνηγεσία.
οὐ μὴν ἀπαξιοῖ τὸ κάμνειν καὶ ἐνοχλεῖσθαι τῶν ἄλλων ἕνεκεν, οὐδὲ ταύτῃ χεῖρον πράττειν νενόμικεν, ἐὰν δέῃ πλείστους αὐτὸν ἀνέχεσθαι πόνους καὶ πλεῖστα πράγματα ἔχειν. ὁρᾷ γὰρ ὅτι πανταχοῦ τὸ βέλτιον τοῦ ἥττονος ἔταξεν ὁ θεὸς προνοεῖν τε καὶ ἄρχειν, οἱο῀ν τέχνην μὲν ἀτεχνίας, ἀσθενείας δὲ δύναμιν, τοῦ δὲ ἀνοήτου τὸ φρόνιμον προνοεῖν καὶ προβουλεύειν ἐποίησεν.
ἐν πάσαις δὲ ταύταις ταῖς ἐπιμελείαις τὸ ἄρχειν οὐδαμῶς ῥᾴθυμον, ἀλλὰ ἐπίπονον, οὐδὲ πλεονεκτοῦν ἀνέσεως καὶ σχολῆς, ἀλλὰ φροντίδων καὶ πόνων. αὐτίκα ἐν νηὶ ἐπιβάταις ἔξεστιν ἀμελεῖνκαὶ μηδὲ ὁρᾶν τὴν θάλατταν, ἀλλὰ μηδὲ ὅποι γῆς εἰσι, τὸ τοῦ λόγου, τοῦτο εἰδέναι:
καὶ πολλοὶ τὸν τρόπον τοῦτον πλέουσι ταῖς εὐδίαις, οἱ μὲν πεττεύοντες, οἱ δὲ ᾅδοντες, οἱ δὲ εὐωχούμενοι δι ἡμέρας: ὅταν δὲ καταλάβῃ χειμών, ἐγκαλυψάμενοι περιμένουσι τὸ συμβησόμενον: οἱ δέ τινες καθυπνώσαντες οὐδὲ ἀνέστησαν, ἑώς ἐγένοντο ἐν τῷ λιμένι. τῷ κυβερνήτῃ δὲ ἀνάγκη μὲν ὁρᾶν πρὸς τὸ πέλαγος, ἀνάγκη δὲ ἀποβλέπειν εἰς τὸν οὐρανόν, ἀνάγκη δὲ προσκοπεῖν τὴν γῆν:
οὐ μὴν οὐδὲ τὰ ἐν τῷ βυθῷ χρὴ λανθάνειν αὐτόν, ἢ λήσεται περιπεσὼν ὑφάλοις πέτραις ἢ ἀδήλοις ἑρ´μασι: μόνῳ δὲ ἐκείνῳ τῆς μὲν νυκτὸς ἧττον ἔξεστι καθυπνῶσαι ἢ τοῖσνηχομένοις:
ἡμέρας δὲ εἴ πού τι βραχὺ κλέψειε τοῦ ὕπνου, καὶ τοῦτο μετέωρον καὶ ἀμφίβολον, ὡς ἀναβοᾶν πολλάκις ἢ τὸ ἱστίον στέλλειν ἢ παράγειν τὸ πηδάλιον ἢ ἄλλο τι τῶν ναυτικῶν: ὥστε καὶ κοιμώμενος ἐκεῖνος μᾶλλον ἐπιμελεῖται τῆς νεὼς ἢ τῶν ἄλλων οἱ σφόδρα ἐγρηγορότες. ἔν γε μὴν τῷ στρατεύεσθαι τῶν μὲν στρατιωτῶνἕκαστος αὑτῷ μόνῳ ἐπιμελεῖται καὶ ὅπλων καὶ τροφῆς, καὶ ταῦτα οὐ πορίζων, ἀλλ ἕτοιμα ἀξιῶν ἔχειν:
μόνης δὲ φροντίζει τῆς ὑγιείας τῆς ἑαυτοῦ, μόνης δὲ τῆς σωτηρίας. τῷ στρατηγῷ δὲ ἔργον ἐστὶν ἅπαντας μὲν ὡπλίσθαι καλῶς, ἅπαντας δὲ εὐπορεῖν σκέπης, οὐ μόνον δὲ τὰς τῶν ἀνθρώπων γαστέρας πληροῦν, ἀλλὰ καὶ τὰς τῶν ἵππων:
ἐὰν δὲ μὴ πάντες ἔχωσι τὰ ἐπιτήδεια, πολὺ μᾶλλον ἄχθεται ἢ αὐτὸς νοσῶν:
σωτηρίαν γε μὴν τὴν ἐκείνων οὐ περὶ ἐλάττονος ποιεῖται τῆς αὑτοῦ. πάλιν δὲκαθ ἕκαστον ἡμῶν τὸ μὲν σῶμα, ἅτε ἀνόητον, οὐδὲ αὑτῷ βοηθεῖν ἱκανόν ἐστιν , ὅ γε τῆς ψυχῆς ἀπολιπούσης οὐδὲ ὀλίγον δύναται διαμένειν, ἀλλὰ παραχρῆμα λύεται καὶ ἀπόλλυται:
ἡ ψυχὴ δὲ ὑπὲρ ἐκείνου πάσας μὲν φροντίδας φροντίζει, πάσας δὲ ἐπινοίας σκύλλει καὶ πολλὰ μὲν ἀνιᾶται λυπουμένη. καὶ τὸ μὲν σῶμα παρούσης αὐτὸ μόνον αἰσθάνεται τῆς ἀλγηδόνος:
ἡ ψυχὴ δὲ πρὶν ἢ γενέσθαι τὴν ἀλγηδόνα ἀνιᾶται, πολλάκις δὲ καὶ μὴ μελλούσης γίγνεσθαι δι ὀρρωδίαν. θανάτου δὲ σῶμα μὲν οὐδέποτε ᾔσθετο: ψυχὴ δὲ καὶ τούτου συνίησι, καὶ πολλὰ πάσχει ῥυομένη μὲν ἐκ νόσων τὸ σῶμα, ῥυομένη δὲ ἐκ πολέμων, ῥυομένη δὲ ἐκ χειμῶνος, ῥυομένη δὲ ἐκ θαλάσσης. ὁ; ; ᾿τω πανταχῇ ἐπιπονώτερον ψυχὴ καὶ ταλαιπωρότερον σώματος, ὅμως δὲ θειότερον καὶ βασιλικώτερον. καὶ μὴν τῶν γε ἀνθρώπων πᾶς ἂν ὁμολογήσειεν ὡς ἰσχυρότερον καὶ ἡγεμονικώτερον ἀνὴρ γυναικός.
ἀλλ ἐκείναις μὲν τὰ πολλὰ τῶν ἔργων κατ οἰκίαν ἐστί, καὶ ἄπειροι μὲν ὡς τὸ πολὺ χειμώνων διατελοῦσιν, ἄπειροι δὲ πολέμων, ἄπειροι δὲ κινδύνων. τοῖς δὲ ἀνδράσι προσήκει μὲν στρατεύεσθαι, προσήκει δὲ ναυτιλίας , ἀνάγκη δὲ ἐν ὑπαίθρῳ τὰ ἔργα διαπονεῖν.
ἀλλ οὐ διὰ τοῦτο μᾶλλον ἄν τις μακαρίσειε τῶν ἀνδρῶν τὰς γυναῖκας. ὅσοι δ αὖ δι ἀσθένειάν τε καὶ μαλακίαν ἐζήλωσαν τὸν ἐκείνων βίον, ὥσπερ Σαρδανάπαλλος, διαβόητοι μέχρι νῦν εἰσιν ἐπὶ τοῖς αἰσχροῖς.
τὸ δὲ μέγιστον, ὁρᾷς τὸν ἥλιον, πόσῳ μὲν τῶν ἀνθρώπων ὑπερέχει μακαριότητι θεὸς ὤν:
ἀναίνεται δι αἰῶνος ἡμῖν ὑπουργῶν καὶ τῆς ἡμετέρας ἕνεκα σωτηρίας πράττων ἅπαντα.
τί γὰρ ἂν ἄλλο τις εἴποι τὸν ἥλιον ἐργάζεσθαι δι αἰῶνος ἢ ὁπόσων ἄνθρωποι δέονται·
ποιοῦντα μὲν καὶ διακρίνοντα τὰς ὡρ´ας, αὔξοντα δὲ καὶ τρέφοντα πάντα μὲν τὰ ζῷα, πάντα δὲ τὰ φυτά, χορηγοῦντα δὲ τὸ κάλλιστον καὶ ἥδιστον ὁραμάτων, φῶς, οὗ χωρὶς οὐδὲ τῶν ἄλλων ὄφελος οὐδὲν τῶν καλῶν, οὔτε οὐρανίων οὔτε ἐπιγείων, ἀλλ οὐδὲ τοῦ ζῆν: καὶ ταῦτα οὐδέποτε κάμνει χαριζόμενος. ἦπού γε δουλείαν δουλεύειν φαίη τις ἂν πάνυ ἰσχυράν.
εἰ γὰρ καὶ σμικρὸν ἀμελήσειε καὶ παραβαίη τῆς αὑτοῦ τάξεως, οὐδὲν κωλύει πάντα μὲν οὐρανόν, πᾶσαν δὲ γῆν, πᾶσαν δὲ θάλατταν οἴχεσθαι, πάντα δὲ τοῦτον τὸν εὐειδῆ καὶμακάριον κόσμον τὴν αἰσχίστην καὶ χαλεπωτάτην ἀκοσμίαν φανῆναι. νῦν δέ, ὥσπερ ἐν λύρᾳ φθόγγων ἁπτόμενος ἐμμελῶς, οὐδέποτε ἐξίσταται τῆς καθαρᾶς τε καὶ ἄκρας ἁρμονίας, μίαν ἀεὶ καὶ τὴν αὐτὴν ἀπιὼν ὁδόν.
ἐπεὶ δὲ δεῖται μὲν ἀλέας ἡ γῆ ὥστε γεννῆσαι τὰ φυόμενα καὶ ὥστε αὐξῆσαι καὶ ὥστε ἐπιτελέσαι, δεῖται δὲ τὰζῷα καὶ σωτηρίας ἕνεκα τῶν σωμάτων καὶ ἡδονῆς τῆς κατὰ φύσιν, δεόμεθα δὲ πάντων μάλιστα ἡμεῖς, ἅτε πλείστης χρῄζοντες βοηθείας, θέρος ἐποίησεν ἀεὶ μᾶλλον, ἐγγυτέρω προσιὼν τῆς ἡμετέρας οἰκήσεως, ἵνα πάντα μὲν φύσῃ, πάντα δὲ θρέψῃ, πάντα δὲ τελειώσῃ, θείαν δὲ καὶ θαυμαστὴν παράσχῃ τοῖς ἀνθρώποις εὐφροσύνην τε καὶ ἑορτήν.
ἐπεὶ δὲ αὖ πάλιν τἄλλα τε καὶ ἡμεῖς ἐν χρείᾳ γιγνόμεθα τῆς ἐναντίας κράσεως: δεῖται μὲν γὰρ ὑπὸ τοῦ ψύχους τὰ σώματα συνίστασθαι, δεῖται δὲ πυκνώσεως τὰ φυτά, δεῖται δὲ ὄμβρων ἡ γῆ:
πάλιν ἄπεισιν ἀφ ἡμῶν ἀφιστάμενος τὸ μέτριον. πρὸς τὸ ἡμῖν συμφέρον, ὥστε εἴτε προσιὼν ὀλίγον ἐγγυτέρω γένοιτο, πάντα ἂν συμφλέξειεν, εἴτε ἀπιὼν μικρὸν ὑπερβάλοι, πάντα ἂν ἀποψυγείη τῷ κρύει.
ἐπεὶ δὲ ἀσθενέστεροι φέρειν ἐσμὲν τὴν μεταβολὴν ἀθρόαν γιγνομένην, κατ ὀλίγον ταῦτα μηχανᾶται, καὶ τρόπον τινὰ λανθάνει συνεθίζων μὲν ἡμᾶς διὰ τοῦ ἦρος ὑπενεγκεῖντὸ θέρος, προγυμνάζων δὲ διὰ τοῦ μετοπώρου χειμῶνα ἀνέχεσθαι, ἐκ μὲν τοῦ χειμῶνος θάλπων κατ ὀλίγον, ἐκ δὲ τοῦ θέρους ἀναψύχων, ὥστε ἀλύπως ἀφικνεῖσθαι πρὸς ἑκατέραν τὴν ὑπερβολήν.
ἐπεὶ δὲ αὖ τὸ φῶς ὁρᾶσθαι μὲν ἥδιστον, πράττειν δὲ ἀδύνατον ὁτιοῦν χωρὶς αὐτοῦ, κοιμώμενοι δὲ πᾶσαν μὲν ἡσυχίαν ἄγομεν, οὐδὲν δὲ χρώμεθα τῷ φωτί, ὅσον μὲν ἱκανὸν ἐγρηγορέναι χρόνον, ἡμέραν ἐποίησεν, ὅσον δὲ κοιμᾶσθαι ἀναγκαῖον, νύκτα ἀπέδειξε, περὶ πᾶσαν ἰὼν γῆν, ἄλλοτε ἄλλους ἀναπαύων τε καὶ ἀνιστάς, ἀφιστάμενος μὲν ἀπὸ τῶν μηκέτι δεομένων φωτός, τοῖς δὲ ἀεὶ δεομένοις ἐπιφαινόμενος.
καὶ ταῦτα μηχανώμενος δι αἰῶνος οὐδέποτε κάμνει. ὅπου δὲ θεὸς ὁ πάντων κάλλιστος καὶ φανερώτατος οὐχ ὑπερορᾷ τὸν ἅπαντα χρόνον ἀνθρώπων ἐπιμελούμενος, ἦπού γε ἄνθρωπον θεοφιλῆ καὶ φρόνιμον χρὴ βαρύνεσθαι τὸ τοιοῦτον, ἀλλὰ μὴ καθ ὅσον οἰό῀ς τέ ἐστι μιμεῖσθαι τὴν ἐκείνου δύναμιν καὶ φιλανθρωπίαν·
ταῦτα δὴ λογιζόμενος οὐκ ἄχθεται καρτερῶν.
κατανοεῖ δὲ τοὺς μὲν πόνους ὑγίειάν τε παρέχοντας καὶ σωτηρίαν ἔτι δὲ δόξαν ἀγαθήν, τὴν δὲ αὖ τρυφὴν ἅπαντα τούτων τἀναντία. ἔτι δὲ οἱ μὲν πόνοι αὑτοὺς ἐλάττους ἀεὶ ποιοῦσι καὶ φέρειν ἐλαφροτέρους, τὰς δὲ ἡδονὰς μείζους καὶ ἀβλαβεστέρας, ὅταν γίγνωνται μετὰ τοὺς πόνους. ἡ δέ γε τρυφὴ τοὺς μὲν πόνους ἀεὶ χαλεπωτέρους ποιεῖ φαίνεσθαι, τὰς δὲ ἡδονὰς ἀπομαραίνει καὶ ἀσθενεῖς ἀποδείκνυσιν. ὁ γὰρ ἀεὶ τρυφῶν ἄνθρωπος, μηδέποτε δὲ ἁπτόμενος πόνου μηδενός, τελευτῶν πόνον μὲν οὐκ ἂν οὐδένα ἀνάσχοιτο, ἡδονῆς δὲ οὐδεμιᾶς ἂν αἴσθοιτο, οὐδὲ τῆς σφοδροτάτης.
ὥστε ὁ φιλόπονος καὶ ἐγκρατὴς οὐ μόνον βασιλεύειν ἱκανώτερός ἐστιν, ἀλλὰ καὶ ἥδιον βιοτεύει πολὺ τῶν ἐναντίων.
εἰ δὲ δεῖ τὰς αὐτὰς μὲν φροντίδας ἔχειν ἢ καὶ πλείους, πολὺ δὲμείζους ἀσχολίας, ὁμοίως δὲ εὐλαβεῖσθαι τὰς ἡδονάς, ὁμοίως δὲ τοὺς κινδύνους ὑπομένειν, πόσῳ γε κρεῖττον μετὰ δικαιοσύνης καὶ ἀρετῆς ἢ μετὰ πονηρίας καὶ ἀδικίας πάντα ταῦτα ἐπιτηδεύειν, καὶ μετὰ ἐπαίνου ἢ μετὰ ψόγου, ἀγαπώμενον μὲν ὑπὸ ἀνθρώπων, ἀγαπώμενον δὲ ὑπὸ θεῶν, ἢ τοὐναντίον μισούμενον·
καὶ τοίνυν τὸ μὲν παρὸν βραχύ τι τῷ ἀνθρώπῳ καὶ ἀσυλλόγιστον, κατέχει δὲ τοῦ βίου τὸ πλεῖστον ἡ μνήμη τῶν προγεγονότων καὶ ἡ τῶν μελλόντων ἐλπίς.
πότερον οὖν τοῖν ἀνδροῖν ἡγώμεθα εὐφραίνειν τὴν μνήμην καὶ πότερον ἀνιᾶν, καὶ πότερον θαρρύνειν τὰς ἐλπίδας καὶ πότερον ἐκπλήττειν· οὐκοῦν καὶ ἡδίονα ἀνάγκη τὸν βίονεἶναι τοῦ ἀγαθοῦ βασιλέως. φιλίαν γε μὴν ἁπάντων νενόμικε τῶν αὑτοῦ κτημάτων κάλλιστον καὶ ἱερώτατον.
οὐ γὰρ οὕτως αἰσχρὸν εἶναι οὐδὲ ἐπικίνδυνον χρημάτων ἀπορεῖν ὡς φίλων, οὐδ ἂν οὕτως τῇ χορηγίᾳ καὶ τοῖς στρατοπέδοις καὶ τῇ ἄλλῃ δυνάμει διαφυλάττειν τὴν εὐδαιμονίαν ὡς τῇ πίστει τῶν φίλων. μόνος μὲν γὰρ οὐδεὶς πρὸς οὐδὲν οὐδὲ τῶν ἰδίων ἱκανός ἐστι:
τοῖς δὲ βασιλεῦσιν ὅσῳ πλείω τε καὶ μείζω πράττειν ἀνάγκη, πλειόνων δεῖ καὶ τῶν συνεργούντων καὶ μετ εὐνοίας πλείονος. ἀνάγκη γὰρ τὰ μέγιστα καὶ σπουδαιότατα τῶν πραγμάτων ἢ πιστεύειν ἑτέροις ἢ προϊέσθαι. καὶ τοίνυν τοῖς μὲν ἰδιώταις οἱ νόμοι παρέχουσι τὸ μὴ ἀδικεῖσθαι ῥᾳδίως ὑπὸ τούτων οἷς ἂν συμβάλωσιν ἢ χρήματα πιστεύσαντες ἢ οἶκον ἐπιτρέψαντες ἢ ἔργου τινὸς κοινωνήσαντες, ζημιοῦντες τὸν ἀδικοῦντα:
τοῖς δὲ βασιλεῦσι τὸ μὴ ἀδικεῖσθαι πιστεύσαντας οὐκ ἔστι παρὰ τῶν νόμων ζητεῖν, ἀλλὰ παρὰ τῆς εὐνοίας. καὶ γὰρ ἰσχυροτάτους μὲν εἰκὸς ἁπάντων εἶναι τοὺς ἐγγὺς τῶν βασιλέων καὶ τὴν ἀρχὴν συνδιοικοῦντας.
ἀπὸ δὲ τούτων οὐκ ἔστιν ἄλλη φυλακὴ πλὴν τὸ ἀγαπᾶσθαι: καὶ τοῖς μὲν τυχοῦσιν οὐκ ἀσφαλὲς εἰκῇ μεταδιδόναι δυνάμεως, ὅσῳ δ ἄν τις τοὺς φίλους ἰσχυροτέρους ποιῇ, τοσούτῳ ἰσχυρότερος αὐτὸς γίγνεται. ὁρ´α δὲ ὅτι τῶν μὲν ἄλλων κτημάτων τὰ μὲν ἀναγκαῖα μόνον καὶ χρήσιμα δοκεῖ πᾶσι, τέρψιν δὲ οὐδεμίαν παρέχεται:
τὰ δὲ ἡδέα μόνον, συμφέροντα δὲ οὔ:
τοὐναντίον δὲ τὰ πλεῖστα τῶν ἡδέων ἀσύμφορα εὑρίσκεται. καὶ τοίνυν ὅσα μὲν ἀναγκαῖα καὶ χρήσιμα τῶν κτημάτων, οὐ πάντως ἡδονήν τινα ἔχει τοῖς κεκτημένοις:
ὅσα δὲ τερπνά, οὐκ εὐθὺς διὰ τοῦτο καὶ συμφέροντα: τοὐναντίον γὰρ πολλὰ τῶν ἡδέων ἀξύμφορα ἐξελέγχεται. αὐτίκα τείχη μὲν καὶ ὅπλα καὶ μηχανήματα καὶ στρατόπεδα τῶν ἀναγκαίων ἐστὶ κτημάτων τοῖς κρατοῦσιν:
ἄνευ γὰρ τούτων οὐχ οἱό῀ν τε σώζεσθαι τὴν ἀρχήν: τέρψιν δὲ οὐχ ὁρῶ ποίαν δίχα γε τῆς ὠφελείας ἔχει. καλὰ δὲ ἄλση καὶ οἰκίαι πολυτελεῖς καὶ ἀνδριάντες καὶ γραφαὶ τῆς παλαιᾶς τε καὶ ἄκρας τέχνης καὶ χρυσοῖ κρατῆρες καὶ ποικίλαι τράπεζαι καὶ πορφύρα καὶ ἐλέφας καὶ ἤλεκτρος καὶ μύρων ὀσμαὶ καὶ θεαμάτων παντοίων καὶ ἀκουσμάτων τέρψεις διά τε φωνῆς καὶ ὀργάνων, ξύμπαντα ταῦτα οὐδεμιᾶς ἕνεκα χρείας, ἀλλ ἡδονῆς εὑρημένα φαίνεται.
μόνῃ δὲ τῇ φιλίᾳ συμβέβηκεν ἁπάντων μὲν εἶναι συμφορώτατον, ἁπάντων δὲ ἥδιστον.
εὐθὺς οἶμαι τῶν ἀναγκαίων τὰ μέγιστα, ὅπλα καὶ τείχη καὶ στρατεύματα καὶ πόλεις, ἄνευ τῶν διοικούντων φίλων οὔτε χρήσιμα οὔτε συμφέροντα, ἀλλὰ καὶ λίαν ἐπισφαλῆ: οἱ δέ γε φίλοι καὶ δίχα τούτων ὠφέλιμοι. καὶ ταῦταμὲν ἐν πολέμῳ μόνον χρήσιμα, τοῖς δὲ ἀεὶ βιωσομένοις ἐν εἰρήνῃ, ἂν ᾖ δυνατόν, ἀχρεῖα καὶ βαρέα:
ἄνευ δὲ φιλίας οὐδ ἐν εἰρήνῃ ζῆν ἀσφαλές.
καὶ μὴν ὧν εἶπον ἡδέων τὸ μὲν κοινωνεῖν φίλοις τερπνότερον, μόνον δὲ ἀπολαύειν ἐν ἐρημίᾳ πάντων ἀηδέστατον, καὶ οὐδεὶς ἂν ὑπομείνειεν: ἔτι δὲ λυπηρότερον, εἰ δεήσειε κοινωνεῖν τοῖς μὴ ἀγαπῶσιν. ποία μὲν γὰρ εὐφροσύνη προσφιλής, εἱ᾿ καὶ πάντα παρείη τὰ μέγιστἀ, ποῖον δὲ συμπόσιον ἡδὺ χωρὶς εὐνοίας τῶν παρόντων·
μαστεύουσιν εὔνοιαν ἀνθρώποις ἐπῆλθε παρὰ παιδικῶν ἢ παρὰ γυναικῶν·
πολλαὶ μὲν γὰρ ἐπωνυμίαι τῆς φιλίας, ὥσπερ ἀμέλει καὶ χρεῖαι:
ἡ δὲ μετὰ κάλλους καὶ ὡρ´ας γιγνομένη φιλία δικαίως ἔρως ὠνόμασται, καὶ δοκεῖ κάλλιστος τῶν θεῶν. καὶ μὴν τά γε ὠφέλιμα φάρμακα τοῖς μὲν νοσοῦσιν ὠφέλιμα, τοῖς δὲ ὑγιαίνουσιπεριττά.
φιλίας δὲ καὶ τοῖς ὑγιαίνουσιν ἀεὶ σφόδρα δεῖ καὶ τοῖς νοσοῦσιν: ἥ συμφυλάττει μὲν πλοῦτον, ἐπαρκεῖ δὲ πενίᾳ, λαμπρύνει πρύνει μὲν δόξαν, ἀμαυροῖ δὲ ἀδοξίαν. μόνον δὲ τοῦτο τὰ μὲν δυσχερῆ πάντα μειοῖ, τὰ δὲ ἀγαθὰ πάντα αὔξει.
ποία μὲν γὰρ συμφορὰ δίχα φιλίας οὐκ ἀφόρητος, ποία δὲ εὐτυχία χωρὶς φίλωνοὐκ ἄχαρις· εἰ δὲ σκυθρωπὸν ἐρημία καὶ πάντων φοβερώτατον, οὐ τὴν ἀνθρώπων ἐρημίαν χρὴ τοιοῦτον νομίζειν, ἀλλὰ τὴν τῶν φίλων: ἐπεὶ τῶν γε μὴ εὐνοούντων πολλάκις ἡ ἐρημία κρείττων.
ἐγὼ μὲν γὰρ οὐδ εὐτυχίαν ἐκείνην νενόμικα, ἥ μηδένα ἔχει τὸν συνηδόμενον. ῥᾷον γὰρ ἄν τις συμφορὰν τὴν χαλεπωτάτην φέροι μετὰ φίλων ἢ μόνος εὐτυχίαν τὴν μεγίστην. ἐν δὲ ταῖς εὐτυχίαις οὐδένα τὸν συνηδόμενον.
εἰ δὲ ὀφθαλμοὶ καὶ ὦτα καὶ γλῶττα καὶ χεῖρες ἀνθρώπῳ τοῦ παντὸς ἄξια οὐ μόνον πρὸς τὸ ἥδεσθαι ζῶντα, ἀλλὰ δύνασθαι ζῆν, τούτων οὐκ ἔλαττον, ἀλλὰ καὶ μᾶλλον φίλοι χρήσιμοι.
διὰ μὲν γὰρ τῶν ὀφθαλμῶν μόλις ὁρᾶν ἔστι τὰ ἐμποδών, διὰ δὲ τῶν φίλων καὶ τὰ ἐπὶ γῆς πέρασι θεᾶσθαι.
καὶ διὰ μὲν τῶν ὤτων οὐκ ἄν τις ἀκούσαι ἢ τῶν σφόδρα ἐγγύθεν, διὰ δὲ τῶν εὐνοούντων οὐδενὸς τῶν ἀναγκαίων ὅπου δήποτε ἀνήκοός ἐστι.
καὶ τῇ μὲν γλώττῃ μόνοις τοῖς παροῦσι σημαίνει, καὶ ταῖς χερσίν, εἰ καὶ σφόδρα εἰή καρτερός, οὐκ ἂν ἐργάσαιτο πλεῖον ἔργον ἢ δύ ἀνδρῶν:
διὰ δὲ τῶν φίλων δύναται καὶ πᾶσιν ἀνθρώποις διαλέγεσθαι καὶ πάντων ἔργων ἐφικνεῖσθαι. οἱ γὰρ εὐνοοῦντες πάντα ἐκείνῳ συμφέροντα καὶ λέγουσι καὶ δρῶσι. τὸ δὲ δὴ πάντων παραδοξότατον, ἕνα γὰρ ὄντα ἐγχωρεῖ, ὅστις πολύφιλος, πολλὰ μὲν ἐν ταὐτῷ χρόνῳ πράττειν, περὶ πολλῶν δὲ ἅμα βουλεύεσθαι, πολλὰ δὲ ὁρᾶν, πολλὰ δὲ ἀκούειν, ἐν πολλοῖς δὲ ἅμα εἶναι τόποις, ὃ καὶ τοῖς θεοῖς χαλεπόν, ὡς μηδαμοῦ μηδὲν ἔρημον ἀπολείπεσθαι τῆς ἐκείνου προνοίας.
καὶ τοίνυν οὐχ ἧττον αἱ τῶν φίλων εὐπάθειαι τὸν ἀγαθὸν πεφύκασιν εὐφραίνειν τῆς αὐτοῦ τινος τέρψεως.
πῶς γὰρ οὐ μακαριστόν, ὅτῳ πάρεστι πολλοῖς μὲν σώμασιν ἡδόμενον εὐφραίνεσθαι, πολλαῖς δὲ ψυχαῖς εὐτυχοῦντα χαίρειν· εἰ δὲ δόξα τοῖς φιλοτίμοις περισπούδαστον, πολλάκις ἂν εὐδοξεῖν εἰή τῶν φίλων ἐπαινουμένων.
εἰ δὲ πλοῦτος πέφυκεν εὐφραίνειν τοὺς κτωμένους, πολλάκις ἂν εἰή πλούσιος ὁ τοῖς φίλοις μεταδιδοὺς τῶν παρόντων. καὶ τοίνυν ἡδὺ μὲν χαρίζεσθαι τοῖς ἐλευθέροις, ἀφθόνων ὄντων, ἡδὺ δὲ λαμβάνειν δῶρα, δικαίως λαμβάνοντα καὶ δι ἀρετήν:
ὁ τοίνυν τοῖς φίλοις χαριζόμενος ἥδεται ἅμα μὲν ὡς διδούς, ἅμα δὲ ὡς αὐτὸς κτώμενος. καὶ γὰρ δὴ παλαιός ἐστιν ὁ λόγος ὁ κοινὰ ἀποφαίνων τὰ τῶν φίλων. οὐκοῦν ἀγαθῶν παρόντων τοῖς ἀγαθοῖς οὐχ ἥκιστα ἂν εἰή ταῦτα κοινά. ἐν μὲν οὖν τοῖς ἄλλοις οὐ πάντως ὑπερβάλλειν τοὺς ἰδιώτας ὁ τοιοῦτος βασιλεὺς βούλεται, πολλαχοῦ δὲ καὶ ἔλαττον ἐκείνων ἔχειν, οἱο῀ν σχολῆς, ῥᾳθυμίας, ἀνέσεως: ἐν μόνῃ δὲ φιλίᾳ βούλεται πλεονεκτεῖν.
οὐχ οὕτως δ ἡγεῖται μακάριον ὅτι ἔξεστι κεκτῆσθαι καλλίστους μὲνἵππους, κάλλιστα δὲ ὅπλα, καλλίστην δὲ ἐσθῆτα, καὶ τἄλλα ὁμοίως, ἀλλ ὅτι φίλους τοὺς καλλίστους, καὶ πολύ γε αἴσχιον φιλίας ἐνδεέστερον ἔχειν τῶν ἰδιωτῶν ἢ τούτων τινός.
ᾧ γὰρ ἐξ ἁπάντων ἀνθρώπων ἐκλέξασθαι τοὺς πιστοτάτους ὑπάρχει, καὶ σχεδὸν οὐδείς ἐστιν ὃς οὐκ ἂν ἄσμενος ὑπακούσειεν αὐτῷ βουλομένῳχρῆσθαι, πῶς οὐ καταγέλαστον τοῦτον μὴ χρῆσθαι τοῖς σπουδαιοτάτοις·
οἱ μὲν γὰρ πολλοὶ τῶν δυναστῶν τοὺς ὅπως δήποτε πλησίον γενομένους καὶ τοὺς κολακεύειν ἐθέλοντας, τούτους μόνους ὁρῶσι, τοὺς δὲ ἄλλους πάντας ἀπελαύνουσι, καὶ τούς γε βελτίστους ἔτι μᾶλλον. ὁ δὲ ἐξ ἁπάντων ποιεῖται τὴν ἐκλογήν, ἄτοπον ἡγούμενοσΝισαίους μὲν ἵππους μεταπέμπεσθαι, ὅτι βελτίους εἰσὶ τῶν Θετταλῶν, καὶ κύνας Ἰνδικάς, ἀνθρώποις δὲ μόνοις χρῆσθαι τοῖς ἐγγύς.
πάντα γὰρ ὑπάρχει τούτῳ, δι ὧν ἐστι φιλία κτητόν. προσάγεται γὰρ εἰς εὔνοιαν τοὺς μὲν φιλοτίμους ἔπαινος, τοὺς δὲ ἡγεμονικοὺς τὸ ἀρχῆς μεταλαμβάνειν, τοὺς δὲ αὖ πολεμικοὺς τὸ πράττειν τι τῶν πολεμικῶν, τοὺς δὲ ἐπιμελεῖς τὸ πράγματα διοικεῖν:
τούς γε μὴν φιλοστόργους ἡ συνήθεια.
τίς οὖν δύναται μᾶλλον ἄρχοντας ἀποδεικνύειν· τίς δὲ πλειόνων δεῖται τῶν ἐπιμελουμένων· τίς δὲ κύριος μειζόνων μεταδοῦναι πραγμάτων· τίνι δὲ μᾶλλον ἔξεστιν ἑτέρῳ πιστεύειν τὰ πρὸς πόλεμον· αἱ παρὰ τίνος δὲ τιμαὶ φανερώτεραι· ἡ παρὰ τίνι δὲ εὐδοξοτέρα τράπεζα· εἰ δὲ ὠνητὸν ὑπῆρχε φιλία, τίς εὐπορώτερος χρημάτων, ὥστε μηδένα ἔχειν τὸν ἀντιποιησόμενον·
καὶ οὐ μόνον οὐδὲν ἡγεῖται ποιεῖν ἄτοπον, ἀλλὰ καὶ ἀγάλλεται μᾶλλον μὲν ὑπὸ τῶν νεωτέρων ἀγαπώμενος ἢ οἱ γονεῖς, μᾶλλον δὲ ὑπὸ τῶν πρεσβυτέρων ἢ τοὺς παῖδας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν συνόντων ἢ τοὺς ἐξ ἴσου συνόντας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν ἀκοῇ μόνον ἀκουόντων ἢ οἱ σφόδρα ἐγγὺς ὄντες ἀγαπῶσι:
φιλοσυγγενέστατος δὲ ὢν καὶ φιλοικειότατος ἔσθ ὅπῃ μεῖζον ἀγαθὸν νενόμικε τὴν φιλίαν τῆς συγγενείας.
ἄνευ μὲν γὰρ συγγενείας οἱ φίλοι χρήσιμοι, ἄνευ δὲ φιλίας οὐδὲ οἱ σφόδρα ἐγγὺς ὠφέλιμοι. τοσούτου δὲ ἀξίαν κρίνει τὴν φιλίαν, ὥστε οὐδένα ἡγεῖται τῶν πώποτε ἠδικῆσθαι ὑπὸ φίλου, ἀλλὰ τοῦτο δὴ ἓν τῶν λεγομένων ἀδυνάτων εἶναι . ἅμα γάρ τις ἀδικῶν πεφώραται καὶ δῆλον πεποίηκεν ὅτι οὐκ ἦν φίλος.
ὅσοι δὲ πεπόνθασι δεινόν, ὑπ ἐχθρῶν πεπόνθασι, λεγομένων μὲν φίλων, ἀγνοουμένων δὲ ὅτι ἦσαν ἐχθροί. δεῖ οὖν καταμέμφεσθαι τὴν αὑτῶν ἄγνοιαν, ἀλλὰ μὴ ψέγειν τὸ τῆς φιλίας ὄνομα. καίτοι πατέρα γε ὄντα οὐκ ἀδύνατον υἱὸν ἀδικῆσαι καὶ παῖδα περὶ τοὺς γονέας ἐξαμαρτεῖν:
ὁμοίως δὲ ἀδελφοὺς ἀλλήλων κακόν τι ἀπολαῦσαι. οὕτως δὲ πάνυ τὴν φιλίαν ἱερὸν νενόμικεν ὥστε καὶ τοὺς θεοὺς αὑτῷ πειρᾶται ποιεῖν φίλους. ἐν ἅπασι μὲν οὖν τοῖς εἰρημένοις ἔστι συννοεῖν ὅτι πάντα τἀναντία τοῖς τυράννοις κακὰ πρόσεστιν ὧν ἐμνήσθημεν ἀγαθῶν, οὐχ ἥκιστα δὲ ἐν τῷ νῦν λεγομένῳ.
πάντων γὰρ ἀπορώτατός ἐστι φιλίας τύραννος: οὐδὲ γὰρ δύναται ποιεῖσθαι φίλους. τοὺς μὲν γὰρ ὁμοίους αὑτῷ, πονηροὺσὑφορᾶται, ὑπὸ δὲ τῶν ἀνομοίων καὶ ἀγαθῶν μισεῖται.
λεγόμενον, καὶ τοῦτον οὐ σπουδαῖον ἄνθρωπον, ἀλλὰ ἐκ τῶν ἐπιτυχόντων,ἀγνοῶν ὅτι τοῦ ἀγαθοῦ βασιλέως οἱ φίλοι πάντες εἰσὶν ὀφθαλμοί.
φιλοίκειος δὲ καὶ φιλοσυγγενὴς πῶς οὐκ ἂν εἰή διαφερόντως· ὅς γε τοὺς οἰκείους καὶ τοὺς συγγενεῖς μέρος νενόμικε τῆς αὑτοῦ ψυχῆς·
καὶ προνοεῖ γε οὐ μόνον ὅπως μετέχωσι τῆς λεγομένης εὐδαιμονίας, πολὺ δὲ μᾶλλον ὅπως ἄξιοι δοκῶσι κοινωνεῖντῆς ἀρχῆς, καὶ τοῦτο ἐσπούδακεν ἐξ ἅπαντος ὅπως μὴ διὰ τὴν συγγένειαν αὐτούς, ἀλλὰ διὰ τὴν ἀρετὴν φαίνηται προτιμῶν.
καὶ τοὺς μὲν ζῶντας μάλιστα πάντων ἀγαπᾷ καὶ φίλους ἀναγκαίους νενόμικεν. τοὺς μὲν γὰρ φίλους ἔστι διαλύσασθαι δυσχέρειάν τινα ἐν αὐτοῖς ἐνιδόντα:
πρὸς δὲ τοὺς συγγενεῖς οὐχ οἱό῀ν τε διαλύσασθαιτὴν συγγένειαν, ἀλλ ὁποῖοί ποτ ἂν ὦσιν, ἀνάγκη τοῦτο ἀκούειν τὸ ὄνομα. γυναῖκα δὲ οὐ κοίτης μόνον ἢ ἀφροδισίων κοινωνὸν νενόμικεν, βουλῆς δὲ καὶ ἔργων καὶ τοῦ ξύμπαντος βίου συνεργόν.
μόνος δὲ τὴν εὐδαιμονίαν οὐχ ἡδυπάθειαν νενόμικε, πολὺ δὲ μᾶλλον καλοκἀγαθίαν, τὴν δὲ ἀρετὴν οὐκ ἀνάγκην, ἀλλὰβούλησιν, τὴν δὲ καρτερίαν οὐ ταλαιπωρίαν, ἀλλ ἀσφάλειαν, καὶ τὰς μὲν ἡδονὰς αὔξει τοῖς πόνοις καὶ μείζους διὰ τοῦτο καρποῦται, τοὺς δὲ πόνους ἐπελαφρύνει τῷ ἔθει.
ταὐτὰ δὲ ἡγεῖται συμφέροντα καὶ ἡδέα:
ὁρᾷ γὰρ τοὺς μὲν ἰδιώτας, εἰ μέλλουσιν ὑγιαίνειν καὶ παραμένειν εἰς γῆρας, οὔποτε ἀργῷ καὶ ἀπόνῳ τῷ σώματι τροφὴν προσφέροντας, ἀλλὰ τοὺς μὲν τέχνας ἐργαζομένους, ἐνίας αὐτῶν καὶ πολὺν ἐχούσας τὸν κάματον, τοὺς μὲν χαλκέας, τοὺς δὲ ναυπηγούς, τοὺς δὲ οἰκοδόμους: ὅσοι δὲ κέκτηνται γῆν, διαπονοῦντας πρότερον τὰ περὶ γεωργίαν, ὅσοι δὲ ἐν ἄστει διάγουσι, τῶν κατὰ πόλιν τι πράττοντας:
ἀσκοῦντας οὐκ ὄντας ἀθλητάς.
ἁπλῶς δὲ εἰπεῖν, ἑκάστων τῶν μὴ σφόδρα ἀνοήτων καὶ σίτων καὶ λουτρῶν καὶ ὑγιεινῶν καὶ πάντων, ὁ ἄρχων ἁπάντων τούτων διαφέρει τῷ μὴ μάτην πονεῖν μηδὲ τὸ σῶμα μόνον αὔξειν, ἀλλ ἕνεκα πράξεων: ἢ γὰρ ἦλθε πρός τι τῶν δεομένων προνοίας ἢ ἔφθασεν ὅπου δεῖ τάχους ἢ κατήνυσέν τι τῶν οὐ ῥᾳδίων ἀνυσθῆναι ἢ στρατιὰν ἐξέταξεν ἢ χώραν ἡμέρωσεν ἢ πόλιν ᾤκισεν ἢ ποταμοὺς ἔζευξεν ἢ γῆν ὁδευτὴν ἐποίησεν.
ἐπειδὴ ἄνθρωπον ὄντα φύσει τῶν ἐν τῷ βίῳ διαφερόντων καὶ τοῦτο τῶν ἄλλων ὥσπερ παραμύθιον ἔχειν δεῖ:
ὅθεν δὴ πολλὰ πολλοῖς προσέπεσε νοσήματα ἀγεννῆ καὶ λυμαινόμενα τὰς ψυχάς, ἔτι δὲ καθαιροῦντα τὸ ἀξίωμα τῆς βασιλείας: ὁ μὲν γὰρ ᾠδῆς ἁλοὺς μινυρίζων διετέλει καὶ θρηνῶν ἐν τοῖς θεάτροις, ἀμελήσας δὲ τῆς αὑτοῦ βασιλείας, τοὺς παλαιοὺς ὑποκρινόμενος ἠγάπα βασιλέας:
ὁ δὲ αὐλήσεως ἐραστὴς ἐγένετο: ὁ δὲ ἀγαθὸς βασιλεὺς τῶν μὲν τοιούτων οὐδέποτε ἀκροᾶται συνεχῶς:
κάλλιστον δὲ εὑρ´εμα ἡγεῖται κυνηγεσίαν, καὶ τούτῳ μάλιστα χαίρει: δἰ οὗ τὸ μὲν σῶμα γίγνεται ῥωμαλεώτερον, ἡ ψυχὴ δὲ ἀνδρειοτέρα, τὰ πολεμικὰ δὲ ἅπαντα ἀσκεῖται. καὶ γὰρ ἱππεῦσαι καὶ δραμεῖν ἀναγκαῖον καὶ ὑφίστασθαι πολλὰ τῶν ἀλκίμων θηρίων καὶ καῦμα ἀνέχεσθαι καὶ ψῦχος ὑπομένειν, πολλάκις δὲ καὶ λιμοῦ καὶ δίψους πειραθῆναι, διὰ δὲ τὴν ἐπιθυμίαν ἐθίζοντα καρτερεῖν μεθ ἡδονῆς οὐ μέντοι τήν γε Περσικὴν θήραν.
ἐκεῖνοι μὲν γὰρ παραδείσοις περιλαβόντες, ὁπότε ἐπιθυμήσειαν, ὥσπερ ἐν εἱρκτῇ τὰ θηρία ἔκτεινον, ὡς μήτε ζητοῦντες πονεῖν μήτε αὖ κινδυνεύοντες, ἅτεἀσθενῆ καὶ δεδουλωμένα:
ὁμοίως δὲ ἀφῃροῦντο τὴν ἐπὶ τῷ εὑρεῖν χαρὰν καὶ τὴν ἐπὶ τῷ φθάσαι σπουδὴν καὶ τὴν ἐπὶ τῷ συμβῆναι ἀγωνίαν. ὅμοιον γὰρ ἐποίουν ὥσπερ εἰ πολεμικοὶ φάσκοντες εἶναι ἀφέντες τὸ τοῖς πολεμίοις μάχεσθαι τοὺς αἰχμαλώτους οἴκοι λαβόντες ἔκτεινον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기